Ancient Greek
Page 198
Theodoretus Scr. Eccl. et Theol., Eranistes 198
Not analysed yet
ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Οὐκοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς ἀληθῶς καὶ ἄνθρωπος ἀληθῶς· τῶνδε γὰρ τῶν φύσεων, τὴν μὲν εἶχεν ἀεί, τὴν δὲ ἔλαβεν ἀληθῶς. ΕΡΑΝ. Ἀναμφίλεκτα ταῦτα. ΟΡΘ. Τοιγάρτοι ὡς ἄνθρωπος τὸ πάθος ὑπέμεινεν· ὡς δὲ θεὸς κρείττων πάθους μεμένηκε. ΕΡΑΝ. Πῶς οὖν ἡ θεία γραφὴ τὸν υἱὸν τοῦ θεοῦ πεπονθέναι φησίν; ΟΡΘ. Ὅτι τὸ σῶμα τὸ πεπονθὸς αὐτοῦ ὂν ἐτύγχανε σῶμα. Σκεψώμεθα δὲ ὡδί. Ὅταν ἀκούσωμεν λεγούσης τῆς θείας γραφῆς, "Ἐγένετο μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαάκ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν," ὁ νοῦς ἡμῶν ποῦ φέρεται, καὶ τίνι ἐναπερείδεται; τῇ ψυχῇ τοῦ Ἰσαὰκ ἢ τῷ σώματι; ΕΡΑΝ. Δηλονότι τῷ σώματι. ΟΡΘ. Οὐκ οὖν τοπάζομεν καὶ τὴν ψυχὴν κεκοινωνηκέναι τοῦ τῆς τυφλότητος πάθους; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Ἀλλὰ μόνον τὸ σῶμα τῆς ὀπτικῆς αἰσθήσεως στερηθῆναί φαμεν. ΕΡΑΝ. Οὕτω φαμέν. ΟΡΘ. Καὶ αὖ πάλιν ὅταν ἀκούσωμεν τοῦ Ἀμασίου λέγοντος πρὸς τὸν προφήτην Ἀμώς· "Ὁ ὁρῶν, βάδιζε εἰς γῆν Ἰούδα," καὶ μέντοι καὶ τοῦ Σαοὺλ πυνθανομένου· "Ποῦ ὁ οἶκος τοῦ βλέποντος;" οὐδὲν σωματικὸν ὑποπτεύομεν. ΕΡΑΝ. Οὐμενοῦν. ΟΡΘ. Καίτοι τὰ ὀνόματα τῆς περὶ τὸ ὀπτικόν ἐστι μόριον ὑγείας δηλωτικά. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Ἀλλ' ἴσμεν ὅμως, ὅτι ταῖς καθαρωτέραις ψυχαῖς χορηγουμένη τοῦ πνεύματος ἡ ἐνέργεια τὴν προφητικὴν ἐνίησι χάριν, αὕτη δέ γε ὁρᾶν καὶ τὰ κεκρυμμένα ποιεῖ, τὸ δὲ ταῦτα ὁρᾶν ὁρῶντας αὐτοὺς καλεῖσθαι καὶ βλέποντας παρεσκεύασεν. ΕΡΑΝ. Ἀληθῆ λέγεις.