Ancient Greek
Page 206
Theodoretus Scr. Eccl. et Theol., Eranistes 206
Not analysed yet
ἀδίκως ἐξήρπασεν, ἀνέστησε μὲν πρῶτον τὸ παρανόμως κατασχεθέν, ἔπειτα δὲ καὶ τοῖς ἐνδίκως καθειργμένοις ὑπέσχετο τὴν ἀπαλλαγήν. ΕΡΑΝ. Καὶ πῶς δίκαιον εἶναί σοι δοκεῖ τὰ δικαίως τῷ θανάτῳ παραδοθέντα σώματα τῷ παρανόμως κατασχεθέντι κοινωνῆσαι τῆς ἀναστάσεως; ΟΡΘ. Σοὶ δὲ πῶς εἶναι δίκαιον φαίνεται, τοῦ Ἀδὰμ παραβεβηκότος τὴν ἐντολήν, ἀκολουθῆσαι τῷ προγόνῳ τὸ γένος; ΕΡΑΝ. Εἰ καὶ μὴ τῆς παραβάσεως ἐκείνης ἐκοινώνησε τὸ γένος, ἀλλ' οὖν ἑτέρας ἁμαρτάδας ἐξήμαρτε, καὶ τούτου χάριν τοῦ θανάτου μετέλαβεν. ΟΡΘ. Καὶ μὴν οὐχ ἁμαρτωλοὶ μόνον, ἀλλὰ καὶ δίκαιοι καὶ πατριάρχαι καὶ προφῆται καὶ ἀπόστολοι καὶ οἱ ἐν διαφόροις εἴδεσιν ἀρετῆς διαλάμψαντες ὑπὸ τὰς ἄρκυς τοῦ θανάτου γεγένηνται. ΕΡΑΝ. Πῶς γὰρ οἷόν τε ἀθανάτους διαμεῖναι τοὺς ἐκ θνητῶν πατέρων βλαστήσαντας; Ὁ γὰρ Ἀδὰμ μετὰ τὴν παράβασιν καὶ τὴν θείαν ἀπόφασιν ὑπὸ τὴν τοῦ θανάτου δυναστείαν τελέσας ἔγνω τὴν γυναῖκα, καὶ πατὴρ ἐχρημάτισεν. Θνητὸς τοίνυν γεγονὼς θνητῶν κατέστη πατήρ. Εἰκότως τοίνυν ἅπαντες θνητὴν εἰληφότες φύσιν ἕπονται τῷ προπάτορι. ΟΡΘ. Ἄριστα ἡμῖν τῆς τοῦ θανάτου κοινωνίας τὴν αἰτίαν ἀπέδειξας. Ταὐτὸ τοίνυν τοῦτο δοτέον καὶ ἐπὶ τῆς ἀναστάσεως. Χρὴ γὰρ πρόσφορον εἶναι τῷ πάθει τὸ φάρμακον. Ὥσπερ γὰρ τοῦ γενάρχου κατακριθέντος ἅπαν συγκατεκρίθη τὸ γένος, οὕτως τοῦ σωτῆρος λύσαντος τὴν ἀράν, ἀπήλαυσεν τῆς ἐλευθερίας ἡ φύσις. Καὶ καθάπερ κατελθόντι τῷ Ἀδὰμ εἰς τὸν ᾅδην ἠκολούθησαν οἱ μετασχόντες τῆς φύσεως, οὕτως ἀναστάντι τῷ δεσπότῃ Χριστῷ κοινωνήσει τῆς ἀναβιώσεως πᾶσα τῶν ἀνθρώπων ἡ φύσις. ΕΡΑΝ. Ἀποδεικτικῶς οὐκ ἀποφαντικῶς χρὴ λέγειν τῆς ἐκκλησίας τὰ δόγματα. Δεῖξον τοίνυν ταῦτα διδάσκουσαν τὴν θείαν γραφήν. ΟΡΘ. Ἄκουσον τοῦ ἀποστόλου Ῥωμαίοις γράφοντος καὶ ταῦτα δι' ἐκείνων πάντας ἀνθρώπους διδάσκοντος· "Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν, καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα.