Ancient Greek
Page 207
Theodoretus Scr. Eccl. et Theol., Eranistes 207
Not analysed yet
Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν· "Ἄρα οὖν, ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί." Καὶ Κορινθίοις δὲ τὸν περὶ τῆς ἀναστάσεως προσφέρων λόγον, ἐν κεφαλαίῳ τὸ τῆς οἰκονομίας αὐτοῖς ἀποκαλύπτει μυστήριον, καί φησι· "Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Ἰδού σοι καὶ ἐκ τῶν θείων λογίων τὰς ἀποδείξεις παρήγαγον. Βλέπε τοίνυν τοῖς τοῦ Ἀδὰμ τὰ τοῦ Χριστοῦ παρεξεταζόμενα, τῇ νόσῳ τὴν θεραπείαν, τῷ ἕλκει τὸ φάρμακον, τῇ ἁμαρτίᾳ τῆς δικαιοσύνης τὸν πλοῦτον, τῇ ἀρᾷ τὴν εὐλογίαν, τῇ κατακρίσει τὴν ἄφεσιν, τῇ παραβάσει τὴν τήρησιν, τῇ τελευτῇ τὴν ζωήν, τῷ ᾅδῃ τὴν βασιλείαν, τῷ Ἀδὰμ τὸν Χριστόν, τῷ ἀνθρώπῳ τὸν ἄνθρωπον. Καίτοι οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεὸς προαιώνιος ὁ δεσπότης Χριστός· ἀλλ' ἐκ τῆς ληφθείσης αὐτὸν ὠνόμασε φύσεως ὁ θεῖος ἀπόστολος, ἐπειδήπερ ταύτῃ τὰ κατὰ τὸν Ἀδὰμ παρεξήτασε. Ταύτης γὰρ ἡ δικαίωσις, ταύτης ἡ πάλη, ταύτης ἡ νίκη, ταύτης τὰ πάθη, ταύτης ὁ θάνατος, ταύτης ἡ ἀνάστασις, ταύτης κοινωνοῦμεν τῆς φύσεως, ταύτῃ συμβασιλεύουσιν οἱ τῆς βασιλείας τὴν πολιτείαν προμελετήσαντες. Ταύτῃ δὲ εἶπον, οὐ τὴν θεότητα χωρίζων, ἀλλὰ τῆς ἀνθρωπότητος τὰ ἴδια λέγων. ΕΡΑΝ. Πολλοὺς περὶ τούτου διεξελήλυθας λόγους, καὶ γραφικαῖς αὐτοὺς ὠχύρωσας μαρτυρίαις. Εἰ τοίνυν τῆς σαρκὸς ἀληθῶς τὸ πάθος, πῶς ὁ θεῖος ἀπόστολος βοᾷ τὴν θείαν φιλανθρωπίαν ὑμνῶν· "Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;" Ποῖον υἱὸν ἔφη παραδεδόσθαι;