Ancient Greek
Page 226
Theodoretus Scr. Eccl. et Theol., Eranistes 226
Not analysed yet
ΟΡΘ. Καὶ ὁ αὐτὸς ἀπόστολος ἀδελφὸν τοῦ Ἰακώβου τὸν κύριον προσηγόρευσεν. Ὁ αὐτὸς δὲ κύριος κἀνταῦθα κἀκεῖ. Εἰ τοίνυν ὀρθῶς ἐκεῖ τὴν συγγένειαν προσήρμοσας τῇ σαρκί, καὶ τὸ πάθος δήπουθεν ταύτῃ προσαρμοστέον. Τῶν γὰρ ἀτοπωτάτων τὴν μὲν συγγένειαν κατὰ διαίρεσιν ἐννοεῖν, τὸ δὲ πάθος ἀδιαιρέτως προσάπτειν. ΕΡΑΝ. Ἐγὼ πείθομαι τῷ ἀποστόλῳ κύριον τῆς δόξης τὸν ἐσταυρωμένον προσαγορεύοντι. ΟΡΘ. Καὶ ἐγώ γε πείθομαι καὶ πιστεύω κύριον εἶναι δόξης· οὐ γὰρ ἀνθρώπου τινὸς κοινοῦ, ἀλλὰ τοῦ κυρίου τῆς δόξης σῶμα ἦν τὸ τῷ ξύλῳ προσηλωθέν. Χρὴ μέντοι εἰδέναι, ὡς ἡ ἕνωσις κοινὰ ποιεῖ τὰ ὀνόματα. Σκόπησον δὲ οὑτωσί. Τὴν σάρκα τοῦ κυρίου ἐκ τῶν οὐρανῶν κατεληλυθέναι λέγεις; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἀλλ' ἐν τῇ μήτρᾳ τῆς παρθένου διαπλασθῆναι; ΕΡΑΝ. Οὕτω φημί. ΟΡΘ. Πῶς οὖν ὁ κύριος λέγει· "Ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;" καὶ πάλιν· "Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ." ΕΡΑΝ. Οὐ περὶ τῆς σαρκός, ἀλλὰ περὶ τῆς θεότητος λέγει. ΟΡΘ. Ἀλλ' ἡ θεότης ἐκ τοῦ θεοῦ καὶ πατρός. Πῶς οὖν αὐτὸν υἱὸν ἀνθρώπου καλεῖ; ΕΡΑΝ. Κοινὰ τοῦ προσώπου γέγονε τὰ τῶν φύσεων ἴδια. Ὁ γὰρ αὐτὸς διὰ τὴν ἕνωσιν, καὶ υἱὸς ἀνθρώπου καὶ υἱὸς θεοῦ, καὶ αἰώνιος καὶ πρόσφατος, καὶ υἱὸς Δαβὶδ καὶ κύριος Δαβίδ, καὶ τ' ἄλλα τὰ τοιάδε ὁμοίως. ΟΡΘ. Μάλα ὀρθῶς. Εἰδέναι μέντοι κἀκεῖνο χρή, ὡς οὐ σύγχυσιν εἰργάσατο τῶν φύσεων ἡ κοινότης τῶν ὀνομάτων. Διὰ γάρ τοι τοῦτο καὶ διαγνῶναι ζητοῦμεν, πῶς μὲν υἱὸς θεοῦ, πῶς δὲ πάλιν ὁ αὐτὸς υἱὸς ἀνθρώπου, καὶ πῶς ὁ αὐτὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας· καὶ τῇ εὐσεβεῖ διακρίσει τοῦ λόγου σύμφωνα τἀναντία εὑρίσκομεν. ΕΡΑΝ. Ὀρθῶς εἴρηκας. ΟΡΘ. Ὥσπερ τοίνυν καταβεβηκέναι μὲν ἐκ τῶν οὐρανῶν τὴν