Ancient Greek
Page 227
Theodoretus Scr. Eccl. et Theol., Eranistes 227
Not analysed yet
θείαν ἔφησθα φύσιν, υἱὸν δέ γε ἀνθρώπου κληθῆναι αὐτὴν διὰ τὴν ἕνωσιν εἴρηκας, οὕτω προσηλωθῆναι μὲν τῷ ξύλῳ τὴν σάρκα προσήκει λέγειν, ἀχώριστον δὲ ταύτης εἶναι τὴν θείαν φύσιν ὁμολογεῖν, κἀν τῷ σταυρῷ, κἀν τῷ τάφῳ, πάθος ἐκεῖθεν οὐ δεχομένην, ἐπειδὴ πάσχειν οὐ πέφυκεν, οὐδέ γε θνῄσκειν, ἀλλ' ἀθάνατον ἔχει καὶ ἀπαθῆ τὴν οὐσίαν. Ταύτῃ τοι καὶ κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ὠνόμασε, τὸ τῆς ἀπαθοῦς φύσεως ὄνομα τῇ παθητῇ προσνείμας, ἐπειδήπερ αὐτῆς ἐχρημάτισε σῶμα. Προσεξετάσωμεν δὲ καὶ τοῦτο. Ὁ θεῖος εἶπεν ἀπόστολος· "Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν." Ἐσταύρωσαν τοίνυν ἣν ἔγνωσαν φύσιν, οὐχ ἣν πάμπαν ἠγνόησαν. Εἰ δὲ ἔγνωσαν ἣν ἠγνόησαν, οὐκ ἂν ἐσταύρωσαν ἥνπερ ἔγνωσαν. Ἐπειδὴ δὲ τὴν θείαν ἠγνόησαν, τὴν ἀνθρωπείαν ἐσταύρωσαν. Ἢ οὐκ ἀκήκοας αὐτῶν λεγόντων· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;" Διὰ δὲ τούτων δηλοῦσιν, ὡς ἣν μὲν ἑώρων ἐπεγίνωσκον φύσιν, τὴν δέ γε ἀόρατον παντάπασιν ἠγνόουν. Εἰ δὲ κἀκείνην ἐπέγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ΕΡΑΝ. Ταῦτα μὲν ἁμηγέπη τὸ εἰκὸς ἔχει. Ἡ δὲ τῶν πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονογενῆ, τὸν ἀληθινὸν θεόν, τὸν ὁμοούσιον τῷ πατρί, παθεῖν καὶ σταυρωθῆναί φησι. ΟΡΘ. Τῶν πολλάκις ὁμολογηθέντων ὡς ἔοικεν ἐπιλέλησαι. ΕΡΑΝ. Ποίων; ΟΡΘ. Ὅτι μετὰ τὴν ἕνωσιν τῷ ἑνὶ προσώπῳ καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ προσάπτει ἡ θεία γραφή. Ἴσως δὲ κἀκεῖνο ἠγνόησας, ὡς εἰρηκότες πρότερον οἱ πανεύφημοι πατέρες σαρκωθέντα, ἐνανθρωπήσαντα, τότε ἐπήγαγον παθόντα, σταυρωθέντα, καὶ τὴν δεκτικὴν τοῦ πάθους προδείξαντες φύσιν, οὕτω τὸ πάθος τοῖς λόγοις προσέθεσαν. ΕΡΑΝ. Οἱ πατέρες τὸν υἱὸν τοῦ θεοῦ, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, ἔφασαν παθεῖν τε καὶ σταυρωθῆναι. ΟΡΘ. Πολλάκις ἔφην, ὡς καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια τὸ ἓν δέχεται πρόσωπον. Διάτοι τοῦτο καὶ οἱ τρισμακάριοι πατέρες, ὅπως