Ancient Greek
Page 229
Theodoretus Scr. Eccl. et Theol., Eranistes 229
Not analysed yet
δήπουθεν ὑπομείνας ἔπαθε· καὶ εἰ ἀθάνατος πρὸ τῆς ἐνανθρωπήσεως ὢν ἐγεύσατο θανάτου, κατὰ τὸν ὑμέτερον λόγον, μετὰ τὴν ἐνανθρώπησιν, ἠλλοιώθη πάντως θνητὸς ἐξ ἀθανάτου γενόμενος. Ἀλλὰ τοὺς τοιούσδε λόγους καὶ μὴν δὴ καὶ τοὺς τούτων πατέρας τῶν ἱερῶν οἱ πανεύφημοι πατέρες ἐξελαύνουσι περιβόλων, καὶ ὡς σεσηπότα μέλη τοῦ ὑγιαίνοντος ἀποκόπτουσι σώματος. Οὗ δὴ χάριν σε παρακαλοῦμεν δεῖσαι τὴν τιμωρίαν, καὶ μισῆσαι τὴν βλασφημίαν. Δείξω δέ σοι καὶ ἐν ἰδίοις συγγράμμασι ταῦτα τοὺς ἁγίους πατέρας πεφρονηκότας ἃ διεξέλθωμεν· ὧν ἔνιοι μὲν τῆς θαυμασίας ἐκείνης ὁμηγύρεως ἐκοινώνησαν, τινὲς δὲ μετ' ἐκείνους ἐν ταῖς ἐκκλησίαις διέπρεψαν, τινὲς δὲ πάλαι καὶ πρόπαλαι τὴν οἰκουμένην ἐφώτισαν. Ἀλλ' οὔτε τὸ διάφορον τῶν καιρῶν, οὔτε τὸ ἑτερόγλωττον τῶν φωνῶν τὴν συμφωνίαν ἐπήμανεν, ἀλλ' ἐοίκασι λύρᾳ πολλὰς μὲν ἐχούσῃ καὶ διαφόρους χορδάς, μίαν δὲ ἠχὴν παναρμόνιον ἀφιείσῃ. ΕΡΑΝ. Ἐρασμίαν ἐμοὶ καὶ τριπόθητον προσοίσεις ἀκρόασιν· ἀναμφίλεκτος γὰρ ἡ τοιαύτη διδασκαλία καὶ λίαν ἐστὶν ὀνησιφόρος. ΟΡΘ. Ἀναπέτασον τοίνυν τὰς ἀκοάς, καὶ τῶν πνευματικῶν κρουνῶν ὑποδέχου τὰ νάματα. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Εὐχαριστίας καὶ προσευχῆς ἀπέχονται, διὰ τὸ μὴ ὁμολογεῖν τὴν εὐχαριστίαν σάρκα εἶναι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παθοῦσαν, ἣν τῇ χρηστότητι ὁ πατὴρ ἤγειρεν. Εἰρηναίου ἐπισκόπου Λουγδούνου. Ἐκ τοῦ τρίτου λόγου τῶν εἰς τὰς αἱρέσεις. Φανερὸν οὖν ὅτι Παῦλος ἄλλον Χριστὸν οὐκ οἶδεν, ἀλλ' ἢ τοῦτον τὸν ἐκ παρθένου γεννηθέντα καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα, ὃν καὶ ἄνθρωπον λέγει. Εἰπὼν γάρ, "Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται," ἐπιφέρει τὴν αἰτίαν ἀποδιδοὺς τῆς σαρκώσεως