Ancient Greek
Page 230
Theodoretus Scr. Eccl. et Theol., Eranistes 230
Not analysed yet
αὐτοῦ· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Καὶ πανταχοῦ ἐπὶ τοῦ πάθους τοῦ κυρίου ἡμῶν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς νεκρώσεως, τῷ τοῦ Χριστοῦ κέχρηται ὀνόματι, ὡς ἐπὶ τοῦ, "Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε." Καὶ πάλιν· "Νυνὶ δὲ ἐν Χριστῷ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς τῷ αἵματι τοῦ Χριστοῦ." Καὶ πάλιν· "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ γὰρ ἦν ἄνθρωπος ἵνα πειρασθῇ, οὕτω καὶ λόγος ἵνα δοξασθῇ· ἡσυχάζοντος μὲν τοῦ λόγου ἐν τῷ πειράζεσθαι καὶ σταυροῦσθαι καὶ ἀποθνῄσκειν· συγγινομένου δὲ τῷ ἀνθρώπῳ ἐν τῷ νικᾶν καὶ ὑπομένειν καὶ χρηστεύεσθαι καὶ ἀνίστασθαι καὶ ἀναλαμβάνεσθαι. Τοῦ αὐτοῦ ἐκ τοῦ εʹ λόγου τῆς αὐτῆς πραγματείας. Τῷ ἰδίῳ οὖν αἵματι λυτρωσαμένου ἡμᾶς τοῦ κυρίου, καὶ δόντος τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν ἡμετέρων ψυχῶν καὶ τὴν σάρκα τὴν ἑαυτοῦ ἀντὶ τῶν ἡμετέρων σαρκῶν. Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. Ἀπαρχὴν οὖν τοῦτον λέγει τῶν κεκοιμημένων, ἅτε πρωτότοκον τῶν νεκρῶν. Ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῇσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη· "Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, ὡς ὑμεῖς με θεωρεῖτε ἔχοντα." Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀπαρχὴν τοῦτον εἰπὼν ἐπεμαρτύρησε τῷ ὑφ' ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ σωτήρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκός, ἵν' οἱ πάντες ἐπ' ἐλπίδι τοῦ ἐγηγερμένου προσδόκιμον τὴν ἀνάστασιν ἕξομεν πιστεύοντες εἰς αὐτόν.