Ancient Greek
Page 231
Theodoretus Scr. Eccl. et Theol., Eranistes 231
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς δύο λῃστάς. Ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμα τὸ ἱερὸν καὶ ὕδωρ τὸ ἅγιον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον μεγάλην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν. Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ συντρίβεται δὲ ὀστοῦν τοῦ ἁγίου προβάτου, δεικνύντος τοῦ τύπου μὴ καθικνούμενον τῆς δυνάμεως τὸ πάθος· σώματος γὰρ ὀστέα δύναμις. Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ. Ἐκ τοῦ περὶ ψυχῆς λόγου. Δι' ὀλίγων δὲ ἔστιν ἐλέγξαι τὴν ἀσεβῆ συκοφαντίαν αὐτῶν· μάλιστα μὲν γάρ, εἰ μὴ τῆς τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας εἰς τὴν τοῦ θανάτου σφαγὴν τὸ ἴδιον ἑκουσίως ἐξεδίδου σῶμα. Πρῶτον μὲν πολλὴν αὐτῷ περιάπτουσιν ἀδυναμίαν, ὅτι μὴ οἷός τε ἐγένετο τὴν τῶν πολεμίων ὁρμὴν ἐπισχεῖν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Διατί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνειληφέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας; Ἵν' εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες πνεύματι ῥᾳδίως ἀναπείσωσιν αὐτούς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ." Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαρίᾳ καρτερίᾳ μὲν ψυχῆς ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν