Ancient Greek
Page 235
Theodoretus Scr. Eccl. et Theol., Eranistes 235
Not analysed yet
ἐν αὐτῷ θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο, καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Τίς τοσοῦτον ἠσέβησεν ὡς εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι ἡ θεότης αὐτὴ ἡ ὁμοούσιος τῷ πατρὶ περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γέγονε, καὶ τὸ ἐν ξύλῳ καθηλωμένον οὐκ ἦν τὸ σῶμα, ἀλλ' αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνομολόγως εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος μετασχεῖν δυνηθῶμεν. Καὶ ἦν παράδοξον, ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων. Πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα, καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν· μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. Καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον, ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ σώματι· τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον, πεπληρωμένον ἦν τῆς θεότητος. Διὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος ὁρῶν τὸν δημιουργὸν αὑτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε, καὶ ἐσκότασε τὴν γῆν· αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν αὑτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; Ἑρμηνεύει Πέτρος ὁ