Ancient Greek
Page 236
Theodoretus Scr. Eccl. et Theol., Eranistes 236
Not analysed yet
ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων, καὶ λέγει· "Καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν αὐτὸν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν." Τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ, τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθὲν δὲ ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν ἀνείληφεν. Εἰ γὰρ ἐπὶ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων ἤγειρε σώματα, πολλῷ μᾶλλον ἐγεῖραι δύναται ὃ ἐφόρεσε σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὥς φησιν ὁ Παῦλος· "Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ γοῦν ζωὴ οὐκ ἀποθνῄσκει, τοὺς δὲ νεκροὺς ζωοποιεῖ. Ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῷ τόπῳ, οὐδὲ ἡ ζωή τι παθεῖν δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης, ὥς φησιν ἐν προφητείᾳ ὁ κύριος περὶ ἑαυτοῦ· "Ἴδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ζῶν ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωοποιεῖ. Ἔστι τοίνυν καὶ πηγὴ ζωῆς τῇ ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι' ἡμᾶς ἀνείληφεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐγένετο Λάζαρον ἀσθενήσαντα ἀποθανεῖν· ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέθανεν· ἀλλ' ἀφ' ἑαυτοῦ ἦλθεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν, στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῷ οἰκήσαντος θεοῦ λόγου, τοῦ εἰπόντος· "Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀπ' ἐμαυτοῦ αὐτὴν τίθημι, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν." Ἡ θεότης οὖν ἐστι τοῦ υἱοῦ, ἡ τιθεῖσα καὶ λαμβάνουσα τὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. Πλήρη