Ancient Greek
Page 237
Theodoretus Scr. Eccl. et Theol., Eranistes 237
Not analysed yet
γὰρ ἀνείληφε τὸν ἄνθρωπον, ἵνα καὶ πλήρη αὐτὸν καὶ σὺν αὐτῷ τοὺς νεκροὺς ζωοποιήσῃ. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Ὅταν οὖν λέγῃ ὁ μακάριος Παῦλος, "Ὁ πατὴρ ἤγειρε τὸν υἱὸν αὑτοῦ ἐκ νεκρῶν," Ἰωάννης ἡμῖν διηγεῖται ὅτι ἔλεγεν ὁ Ἰησοῦς, "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἔλεγε δέ, φησί, περὶ τοῦ ἰδίου σώματος." Δῆλον οὖν ἐστι τοῖς προσέχουσιν, ὅτι τοῦ σώματος ἐγειρομένου ὁ υἱὸς λέγεται παρὰ τῷ Παύλῳ ἐγηγέρθαι ἐκ νεκρῶν. Τὰ γὰρ τοῦ σώματος αὐτοῦ εἰς αὐτοῦ πρόσωπον λέγεται. Οὕτως οὖν καὶ ὅτε λέγει, "Ζωὴν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ," τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωή, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου. Συνιδὼν γὰρ ὁ λόγος, ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορά, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθανεῖν, ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς υἱόν, τούτου ἕνεκα τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ ἐπὶ πάντας λόγου μεταλαβόν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι. Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου, ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσαγαγὼν εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τῇ καταλλήλῳ. Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον τῷ θανάτῳ· καὶ οὕτως συνὼν διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱός, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγελίᾳ. Καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τούτου ἕνεκα μετὰ τὰς θειοτάτας αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις ἤδη καὶ ὑπὲρ πάντων θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν αὑτοῦ ναὸν εἰς