Ancient Greek
Page 250
Theodoretus Scr. Eccl. et Theol., Eranistes 250
Not analysed yet
ὑπὲρ ἡμῶν. Ἐκρατήθη τὸ κρατούμενον, ἐσταυρώθη τὸ σταυρούμενον. Ὁ δὲ ἔχων ἐξουσίαν καὶ ἐνοικῆσαι καὶ ἀναχωρῆσαι τόδε λέγει· "Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου," οὐκ εἰς χεῖρας βιαζομένων τὴν ἔξοδον. Οὐκ εἰμὶ φιλόνεικος, ἀλλὰ καὶ φιλονεικίας ἀπέχομαι. Μετὰ πραότητος δὲ περὶ τῶν ἀμφιβαλλομένων βούλομαι πυθέσθαι ὡς ἀδελφῶν. Οὐκ ἀληθεύων λέγω, ὅτι ἡ δύναμις οὐκ ἠδύνατο δέξασθαι τῆς σαρκὸς τὰ παθήματα; Ἐγὼ οὖν σιωπῶ· ὁ βουλόμενος λεγέτω τί ἔπαθεν ἡ δύναμις. Ἐξέλιπεν; ὅρα τὸν κίνδυνον. Ἀπεσβέσθη; ὅρα τὴν βλασφημίαν. Οὐκ ἔτι ἦν; τοῦτο γάρ ἐστι δυνάμεως θάνατος. Εἰπὲ τί δύναται κρατῆσαι ὅτι ἔπαθε, καὶ οὐ φιλονεικῶ. Εἰ δὲ οὐκ ἔχεις εἰπεῖν, τί μοι ἀγανακτεῖς ὅτι οὐ λέγω, ὃ οὐκ ἔχεις; Οὐκ ἐδέξατο ἧλον. Πῆξον εἰς ψυχήν, καὶ δέχομαι εἰς δύναμιν. Ἀλλὰ συνέπαθεν. Ἑρμήνευσόν μοι τὸ συνέπαθε· τί ἐστι τὸ συνέπαθεν; οἷον εἰς τὴν σάρκα ἧλος, εἰς δὲ τὴν δύναμιν ὁ πόνος. Τοῦτο εἴπωμεν συνέπαθεν. Ἤλγησεν ἡ δύναμις ἡ μὴ τυπτομένη. Πάντως γὰρ τὸ ἄλγημα ἀκολουθεῖ τῷ παθήματι. Εἰ δὲ καὶ σῶμα πολλάκις ἐρρωμένης τῆς διανοίας καταφρονεῖ τῶν ἀλγημάτων διὰ τὴν ἰσχὺν τοῦ ἐνθυμήματος, ἐνταῦθα ἑρμηνευέτω τις ἀφιλονείκως, εἴ τι ἔπαθεν, εἴ τι συνέπαθεν. Τί οὖν; Οὐκ ἀπέθανεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν; Πῶς ἀπέθανε; "Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Ἀνεχώρησε τὸ πνεῦμα, ἔμεινε τὸ σῶμα, ἄπνουν ἔμεινε τὸ σῶμα. Οὐκ ἀπέθανεν οὖν; Ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὡς γέγραπται· οὐχ ὡς πλάττω, ἀλλ' ὡς ἀκούω· ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὁ ποιμὴν προσήνεγκε τὸ πρόβατον, ὁ ἱερεὺς προσήνεγκε τὸ θῦμα· "Ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν·" καί· "Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ πάντων ἡμῶν ἔδωκεν αὑτοῦ τὸν υἱόν." Οὐκ ἀθετῶ τὰ ῥητά, ζητῶ δὲ τῶν ῥητῶν τὴν διάνοιαν. Λέγει ὁ κύριος, ὅτι "Ὁ ἄρτος τοῦ θεοῦ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ." Καὶ ἑρμηνεύων, εἰ καὶ οὐ δύναμαι σαφέστερον εἰπεῖν διὰ τὰ μυστήρια, τοσοῦτον δὲ λέγει, ὅτι "Ἡ σάρξ μού ἐστιν." Ἡ σὰρξ τοῦ υἱοῦ ἀπ' οὐρανῶν κατῆλθεν; Οὐ κατῆλθεν ἀπ' οὐρανοῦ. Πῶς οὖν λέγει, "Ὁ