Ancient Greek
Page 251
Theodoretus Scr. Eccl. et Theol., Eranistes 251
Not analysed yet
ἄρτος τοῦ θεοῦ" ζῇ, καὶ καταβέβηκεν ἐκ τῶν οὐρανῶν, καὶ ἑρμηνεύει; Ἐπειδὴ ἡ δύναμις ἀναλαβοῦσα ἀπ' οὐρανῶν κατῆλθεν, ὃ ἔχει ἡ δύναμις, ἀναλογίζεται τῇ σαρκί. Οὐκοῦν ἀντίστρεψον, ἃ πάσχει ἡ σάρξ, ἀναλογίζεται τῇ δυνάμει. Πῶς ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν; Ἐνεπτύσθη, ἐτυπτήθη ἐπὶ κόρρης, περιέθηκαν στέφανον περὶ μέτωπον, ὠρύχθησαν αὐτοῦ χεῖρες καὶ πόδες. Ταῦτα πάντα παθήματα περὶ σῶμα ἀναφέρεται δὲ ἐπὶ τὸν ἐνοικοῦντα. Ῥίψον λίθον εἰς εἰκόνα βασιλέως, τί τὸ λεγόμενον; βασιλέα ὕβρισας. Περίσχισον ἱμάτιον βασιλέως, τί τὸ λεγόμενον; βασιλεῖ ἐπανέστης. Σταύρωσον σῶμα Χριστοῦ, τί τὸ λεγόμενον; Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν. Τίς δὲ χρεία ἐμοῦ καὶ σοῦ; προσέλθωμεν τοῖς εὐαγγελισταῖς. Πῶς παρελάβετε παρὰ κυρίου, πῶς ἀπέθανεν ὁ κύριος; Ἀναγινώσκουσιν, ὅτι "Πάτερ, εἰς τὰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Τὸ πνεῦμα ἄνω, καὶ τὸ σῶμα ἐπὶ σταυροῦ ὑπὲρ ἡμῶν. Προσήνεγκε γὰρ τὸ πρόβατον. Ὅσα εἰς τὸ σῶμα αὐτῷ λογίζεται . . . . Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὴν ἡμετέραν φύσιν ἦλθε σῶσαι, οὐ τὴν ἑαυτοῦ ἀπολέσαι. Ἐὰν θελήσω εἰπεῖν ὅτι κάμηλος πέταται, εὐθὺς ξενίζεσθε, ὅτι οὐχ ἁρμόττει τῇ φύσει· καὶ καλῶς ποιεῖτε. Ἐὰν θελήσω εἰπεῖν ὅτι ἄνθρωποι θάλατταν οἰκοῦσιν, οὐκ ἀνέχεσθε, καλῶς γε ποιοῦντες· οὐ γὰρ δέχεται ἡ φύσις. Ὥσπερ οὖν ἐὰν εἴπω ξένα περὶ τούτων τῶν φύσεων, ξενίζεσθε, οὕτως ἐὰν εἴπω ὅτι ἐκείνη ἡ δύναμις, ἡ πρὸ αἰώνων, ἡ ἀσώματος τὴν φύσιν, ἡ ἀπαθὴς τὴν ἀξίαν, ἡ οὖσα πρὸς τὸν πατέρα, ἡ παρὰ τῷ πατρί, ἡ ἐκ δεξιῶν, ἡ ἐν δόξῃ, ἐὰν εἴπω ὅτι ἐκείνη ἡ φύσις ἡ ἀσώματος πάσχει, οὐχὶ τὰ ὦτα ὑμῶν κρατεῖτε; Ἐὰν μὴ κρατήσητε ὑμῶν τὰ ὦτα, ταῦτα ἀκούοντες, κρατήσω μου τὴν καρδίαν. Ἆρα ἀγγέλῳ δυνάμεθά τι ποιῆσαι, οἷον ξίφει κροῦσαι, ἢ ὅλως σχίσαι; Τί λέγω ἀγγέλῳ; ψυχῇ δυνάμεθα; Οὐ δέχεται ἧλον ψυχή, οὐ τέμνεται ψυχή, οὐ καίεται. Κἂν εἴπῃς μοι· Διατί; λέγω σοι· Οὕτως γὰρ ἐκτίσθη. Τὰ ἔργα αὐτοῦ ἀπαθῆ καὶ αὐτὸς ἐμπαθής; Οὐκ ἀθετῶ τὴν οἰκονομίαν, ἀσπάζομαι δὲ τὰς κακουργίας. Ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν,