Ancient Greek
Page 253
Theodoretus Scr. Eccl. et Theol., Eranistes 253
Not analysed yet
ΕΡΑΝ. Εἶδον, καὶ τοὺς ἀγῶνας ἐθαύμασα, καὶ ἄγαμαί γε τῶν ἐνθυμημάτων καὶ νοημάτων τὸν ἄνδρα. ΟΡΘ. Οὐκοῦν, ὦ ἀγαθέ, ζήλωσον τὰς μελίττας, καὶ τῷ νῷ περιπετόμενος τούς τε λειμῶνας τοὺς τῆς θείας γραφῆς, καὶ τῶν πανευφήμων πατέρων τὰ ἄνθη τὰ ἀξιέραστα ἐρανισάμενος, ὕφηνον ἡμῖν ἐν σαυτῷ τὰ κηρία τῆς πίστεως. Εἰ δέ που καὶ πόαν εὕροις οὐκ ἐδώδιμον οὔτε γλυκεῖαν, ὁποῖος οὗτος Ἀπολινάριος καὶ Εὐσέβιος, ἔχουσαν δέ τι πρόσφορον εἰς μελιττουργίαν, οὐδὲν ἀπεικὸς τὸ μὲν χρειῶδες λαβεῖν, καταλιπεῖν δὲ τὸ βλαβερόν. Καὶ γὰρ αἱ μέλιτται δηλητηρίοις πολλάκις ἐφιζάνουσαι θάμνοις, ὅσον μὲν ὀλέθριον καταλείπουσι, τὸ δὲ οἰκεῖον συλλέγουσι. Ταῦτά σοι, ὦ φιλότης, κατὰ τὸν φιλαδελφίας εἰσηγούμεθα νόμον. Σὺ δὲ εὖ μὲν ποιήσεις δεξάμενος τὴν παραίνεσιν. Εἰ δὲ ἀπειθήσεις, ἡμεῖς τὸν ἀποστολικὸν ἐκεῖνον ἐροῦμεν λόγον· "Καθαροὶ ἡμεῖς." Διεστειλάμεθα γὰρ κατὰ τὸν προφήτην, ὡς προσετάχθημεν.