Ancient Greek
Page 254
Theodoretus Scr. Eccl. et Theol., Eranistes 254
Not analysed yet
ΟΤΙ ΑΤΡΕΠΤΟΣ Ο ΘΕΟΣ ΛΟΓΟΣ αʹ. Μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος οὐσίαν ὡμολογήσαμεν, καὶ ταύτην ἄτρεπτον εἶναι συμφώνως εἰρήκαμεν. Εἰ τοίνυν μία τῆς τριάδος οὐσία, ἄτρεπτος δὲ αὕτη, ἄτρεπτος ἄρα ὁ μονογενὴς υἱός, ἓν τῆς τριάδος πρόσωπον ὤν. Εἰ δὲ ἄτρεπτος, οὐ τραπεὶς δήπου γέγονε σάρξ, ἀλλὰ σάρκα λαβὼν εἴρηται γεγονέναι σάρξ. βʹ. Ἄλλως. Εἰ τὴν εἰς σάρκα τροπὴν ὑπομείνας ὁ θεὸς λόγος ἐγένετο σάρξ, οὐκ ἄρα ἄτρεπτος. Τὸ γὰρ ἀλλοιούμενον οὐκ ἄν τις ἄτρεπτον σωφρονῶν γε καλέσοι. Εἰ δέ γε οὐκ ἄτρεπτος, οὐδὲ ὁμοούσιος ἄρα τοῦ γεγεννηκότος ἐστί. Πῶς γὰρ οἷόν τε τῆς ἁπλῆς οὐσίας τὸ μὲν εἶναι τρεπτόν, τὸ δὲ ἄτρεπτον; Εἰ δὲ τοῦτο δοίημεν, τῇ Ἀρείου καὶ Εὐνομίου πάντως περιπεσούμεθα βλασφημίᾳ. Ἑτεροούσιον γὰρ ἐκεῖνοί γέ φασι τὸν υἱόν. γʹ. Ἄλλως. Εἰ τοῦ πατρὸς ὁ υἱὸς ὁμοούσιος, ἐγένετο δὲ σὰρξ ὁ υἱὸς τὴν εἰς σάρκα μεταβολὴν ὑπομείνας, τρεπτὴ ἄρα καὶ οὐκ ἄτρεπτος ἡ οὐσία. Εἰ δὲ ταύτην τις τολμήσοι τὴν βλασφημίαν, αὐξήσει πάντως αὐτὴν τῇ κατὰ τοῦ πατρὸς βλασφημίᾳ. Τρεπτὸν γὰρ δήπουθεν καὶ αὐτὸν ὀνομάσει τῆς αὐτῆς γε οὐσίας μετέχοντα. δʹ. Ἄλλως. Σάρκα τὸν θεὸν λόγον καὶ μέντοι καὶ ψυχὴν εἰληφέναι φασὶν αἱ θεῖαι γραφαί· ὁ δὲ θειότατος εὐαγγελιστὴς εἶπεν· "Ὁ λόγος σὰρξ ἐγένετο." Ἀνάγκη τοίνυν δυοῖν θάτερον δρᾶσαι, ἢ τὴν εἰς σάρκα τοῦ λόγου δεχομένους τροπήν, ὡς ψευδῆ παιδεύουσαν ἀποστραφῆναι πᾶσαν τὴν θείαν γραφήν, παλαιάν τε καὶ νέαν, ἢ τῇ θείᾳ πειθομένους γραφῇ, τῆς μὲν σαρκὸς ὁμολογῆσαι τὴν πρόσληψιν, ἐξελάσαι δὲ τῶν λογισμῶν τὴν τροπήν, εὐσεβῶς τὸ εὐαγγελικὸν νοοῦντας ῥητόν· τοῦτο δὲ ἄρα ποιητέον, ἐπειδὴ καὶ ἄτρεπτον ὁμολογοῦμεν τοῦ θεοῦ λόγου τὴν φύσιν, καὶ τῆς ἀναλήψεως τῆς σαρκὸς μυρίας ἔχομεν μαρτυρίας. εʹ. Ἄλλως. Τὸ σκηνοῦν ἕτερόν ἐστι παρὰ τὸ σκηνούμενον· τὴν δὲ σάρκα σκηνὴν ὁ εὐαγγελιστὴς προσηγόρευσεν, ἐν δὲ ταύτῃ σκηνῶσαι