Ancient Greek
Page 255
Theodoretus Scr. Eccl. et Theol., Eranistes 255
Not analysed yet
τὸν θεὸν ἔφησε λόγον· "Ὁ γὰρ λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Εἰ δὲ τραπεὶς ἐγένετο σάρξ, οὐκ ἐσκήνωσεν ἐν σαρκί. Ἀλλὰ μὴν ἐσκηνωκέναι αὐτὸν ἐν σαρκὶ μεμαθήκαμεν. Ὁ γὰρ αὐτὸς εὐαγγελιστὴς καὶ ἐν ἑτέρῳ γε χωρίῳ τὸ σῶμα αὐτοῦ ναὸν προσηγόρευσε. Πιστευτέον ἄρα τῷ εὐαγγελιστῇ τὸ ῥητὸν ἀναπτύξαντι, καὶ τὸ δοκοῦν τισιν ἀμφίβολον ἑρμηνεύσαντι. ϛʹ. Ἄλλως. Εἰ γράψας ὁ εὐαγγελιστής, "Ὁ λόγος σὰρξ ἐγένετο," μηδὲν ἐπήγαγε λῦσαι τὴν ἀμφιβολίαν δυνάμενον, ἴσως ἔσχεν ἄν τινα πρόφασιν εὔλογον ἡ περὶ τοῦ ῥητοῦ διαμάχη, τὸ συνεσκιασμένον τοῦ γράμματος. Ἐπειδὴ δὲ συνῆψεν εὐθὺς τό, "Ἐσκήνωσεν ἐν ἡμῖν," μάτην ἄρα οἱ ζυγομαχοῦντες ἐρεσχελοῦσι. Τοῦ γὰρ προγεγραμμένου τὸ ἑπόμενον ἑρμηνεία. ζʹ. Ἄλλως. Τοῦ θεοῦ λόγου τὸ ἄτρεπτον ἀναφανδὸν ἐκήρυξεν ὁ πάνσοφος εὐαγγελιστής. Εἰπὼν γάρ, "Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," εὐθὺς ἐπήγαγε, "Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Εἰ δὲ τὴν εἰς σάρκα κατά γε τοὺς ἀνοήτους ὑπομεμενήκει μεταβολήν, οὐκ ἂν ἔμεινεν ὅπερ ἦν. Εἰ δὲ σαρκὶ κεκαλυμμένος τῆς πατρῴας εὐγενείας τὰς ἀκτῖνας ἠφίει, ἄτρεπτον μὲν δήπουθεν ἔχει τὴν φύσιν, λάμπει δὲ καὶ ἐν σώματι, καὶ τὰς τῆς ἀοράτου φύσεως ἐκπέμπει μαρμαρυγάς. Ἐκεῖνο γάρ τοι τὸ φῶς οὐδὲν ἀμαυρῶσαι δύναται· "Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν," ὥς φησιν ὁ θειότατος Ἰωάννης. ηʹ. Ἄλλως. Τοῦ μονογενοῦς τὴν δόξαν ὁ πανεύφημος εὐαγγελιστὴς ἑρμηνεῦσαι βουληθείς, εἶτα τὸ ἐγχείρημα πληρῶσαι μὴ δυνηθείς, ἐκ τῆς πρὸς τὸν πατέρα κοινωνίας ἐπιδείκνυσι ταύτην. Ἐξ ἐκείνης γάρ, φησίν, ὑπάρχει τῆς φύσεως· ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις τὸν Ἰωσὴφ παρὰ τὴν ἀξίαν δουλεύοντα θεώμενός τισιν ἀγνοοῦσιν αὐτοῦ τοῦ γένους τὴν περιφάνειαν, εἴποι τὸν Ἰακὼβ εἶναι τούτου πατέρα, πρόγονον δὲ τὸν Ἀβραάμ. Οὕτω γὰρ δὴ καὶ οὗτος ἔφη, ὅτι καὶ σκηνώσας ἐν ἡμῖν οὐκ ἤμβλυνε τὴν τῆς φύσεως δόξαν. "Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός." Εἰ δὲ καὶ