Ancient Greek
Page 259
Theodoretus Scr. Eccl. et Theol., Eranistes 259
Not analysed yet
φησιν· "Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ·" ἐναντίον δὲ τὸ οὐ κοπιάσει τῷ κοπιάσαι· τοιγαροῦν ἐναντία ἡ προφητεία τῇ τῶν εὐαγγελίων ἱστορίᾳ. Ἀλλὰ μὴν οὐκ ἐναντία· ἑνὸς γὰρ ταῦτα κἀκεῖνα θεοῦ. Οὐκοῦν τῆς μὲν ἀπεριγράφου φύσεως τὸ μὴ κοπιᾶν· τὰ γὰρ πάντα πληροῖ· τοῦ δὲ περιγεγραμμένου σώματος τὸ μεταβαίνειν ἴδιον. Τὸ δέ γε μεταβαῖνον βαδίζειν ἀναγκαζόμενον τὸν ἐκ τῆς ὁδοιπορίας ὑφίσταται κόπον. Σῶμα ἄρα ἦν τὸ βαδίσαν καὶ κοπιάσαν. Οὐ γὰρ συνέχεε τὰς φύσεις ἡ ἕνωσις. ηʹ. Ἄλλως. Ὁ δεσπότης Χριστὸς ἔφη καθειργμένῳ τῷ θεσπεσίῳ Παύλῳ· "Μὴ φοβοῦ, Παῦλε," καὶ τὰ ἑξῆς. Ὁ δὲ τούτου τὸ δέος ἐξελάσας οὕτως ἔδεισε τὸ πάθος, ὡς ὁ μακάριος ἔφη Λουκᾶς, ὡς καὶ ἱδρῶτος αἱματώδεις θρόμβους ἐκ παντὸς ἐκκρῖναι τοῦ σώματος, καὶ τοῦτοις περιρρᾶναι τὴν γῆν τὴν ὑποκειμένην τῷ σώματι, καὶ ὑπ' ἀγγελικῆς ἐπικουρίας ἀναρρωσθῆναι. Ἐναντία δὲ καὶ ταῦτα. Πῶς γὰρ οὐκ ἐναντίον τὸ δεῖσαι τοῦ τὸ δέος ἐξελάσαι; Ἀλλὰ μὴν οὐκ ἐναντία. Ὁ γὰρ αὐτὸς καὶ θεὸς φύσει καὶ ἄνθρωπος· καὶ ὡς μὲν θεὸς παραθαρρύνει τοὺς δεομένους τοῦ θάρσους· ὡς δὲ ἄνθρωπος δέχεται δι' ἀγγέλου τὸ θάρσος. Καίτοι τῆς θεότητος καὶ τοῦ πνεύματος συμπαρόντος ὡς χρίσματος· ἀλλ' οὔτε ἡ συνημμένη θεότης οὔτε τὸ πανάγιον πνεῦμα τότε σῶμα ὑπήρεισαν, καὶ ἐπέρρωσαν τὴν ψυχήν, ἀλλ' ἀγγέλῳ τήνδε τὴν ὑπουργίαν ἐπέτρεψαν, ἵνα καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπιδείξωσι τὴν ἀσθένειαν, καὶ διὰ τῆς ἀσθενείας δειχθῶσι τῶν ἀσθενούντων αἱ φύσεις. Ταῦτα δὲ ἐγένετο δηλονότι τῆς θείας φύσεως συγχωρούσης, ὥστε τῶν ὕστερον ἐσομένων τοὺς μὲν πιστεύοντας τῇ προσλήψει τῆς ψυχῆς καὶ τοῦ σώματος βεβαιωθῆναι ταῖς ἀποδείξεσι, τοὺς δὲ ἀντιλέγοντας ταῖς ἐναργέσι μαρτυρίαις διελεγχθῆναι. Εἰ τοίνυν συνῆπται τῇ συλλήψει ἡ ἕνωσις, ἡ δέ γε ἕνωσις κατὰ τὸν ἐκείνων λόγον φύσιν μίαν ἄμφω τὰς φύσεις εἰργάσατο, πῶς ἂν διέμεινεν ἀκέραια τὰ τῶν φύσεων ἴδια, καὶ ἠγωνίασε μὲν ἡ ψυχή, ἵδρωσε δὲ τὸ σῶμα, ὡς καὶ θρόμβους αἱματώδεις ἐκ τῆς τοῦ δέους ὑπερβολῆς ἐκκρῖναι; Εἰ δὲ τὸ μὲν σώματος, τὸ δὲ ψυχῆς ἴδιον, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότητος ἐκ τῆς ἑνώσεως γέγονεν,