Ancient Greek
Page 260
Theodoretus Scr. Eccl. et Theol., Eranistes 260
Not analysed yet
ἀλλ' εἷς πέφηνεν υἱός, ἐν ἑαυτῷ δεικνὺς τά τε θεῖα τά τε ἀνθρώπεια. θʹ. Ἄλλως. Εἰ δὲ μετὰ τὴν ἀνάστασιν φαῖεν τὴν εἰς θεότητα μεταβολὴν δεδέχθαι τὸ σῶμα, οὕτως ἀπαντῆσαι προσήκει. Καὶ μὴν μετὰ τὴν ἀνάστασιν περιγεγραμμένον ὤφθη, καὶ χεῖρας ἔχον καὶ πόδας, καὶ τὰ ἄλλα τοῦ σώματος μόρια· καὶ ἁπτὸν ἦν καὶ ὁρατόν, καὶ διατρήσεις ἔχον καὶ ὠτειλάς, ἅσπερ εἶχε πρὸ τῆς ἀναστάσεως. Δυοῖν τοίνυν θάτερον λέγειν ἀνάγκη, ἢ καὶ τῇ θείᾳ φύσει ταῦτα περιτιθέναι τὰ μόρια, εἴπερ εἰς θεότητος φύσιν τὸ σῶμα μεταβληθὲν ταῦτα εἶχε τὰ μόρια, ἢ ὁμολογεῖν ἐπὶ τῶν ὅρων τῆς φύσεως μεμενηκέναι τὸ σῶμα. Ἀλλὰ μὴν ἡ θεία φύσις ἁπλῆ καὶ ἀσύνθετος, τὸ δὲ σῶμα σύνθετον καὶ εἰς πολλὰ διῃρημένον μόρια· οὐκοῦν οὐκ εἰς θεότητος μετεβλήθη φύσιν, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μέν ἐστι καὶ ἄφθαρτον, καὶ θείας δόξης μεστόν, σῶμα δὲ ὅμως τὴν οἰκείαν ἔχον περιγραφήν. ιʹ. Ἄλλως. Ἀπιστοῦσι τοῖς ἀποστόλοις ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὑπέδειξε τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τῶν ἥλων τοὺς τύπους. Εἶτα διδάσκων ὡς οὐ φαντασία τίς ἐστι τὸ ὁρώμενον ἐπήγαγεν, ὅτι "Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Οὐ μετεβλήθη οὖν εἰς πνεῦμα τὸ σῶμα· σὰρξ γὰρ ἦν καὶ ὀστέα, καὶ χεῖρες καὶ πόδες. Τοιγαροῦν καὶ μετὰ τὴν ἀνάστασιν σῶμα τὸ σῶμα μεμένηκεν. ιαʹ. Ἄλλως. Ἡ θεία φύσις ἀόρατος· ἑωρακέναι δὲ τὸν κύριον ὁ τρισμακάριος εἴρηκε Στέφανος. Σῶμα ἄρα καὶ μετὰ τὴν ἀνάληψίν ἐστι τοῦ κυρίου τὸ σῶμα. Τοῦτο γὰρ ὁ νικηφόρος ἐθεάσατο Στέφανος, ἐπειδήπερ ἡ θεία φύσις ἀθέατος. ιβʹ. Ἄλλως. Εἰ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ὄψεται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, κατὰ τὴν αὐτοῦ τοῦ κυρίου φωνήν· τῷ Μωϋσῇ δὲ πάλιν εἶπεν αὐτός· "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται·" ἀληθῆ δὲ ἀμφότερα, μετὰ τοῦ σώματος ἄρα ἥξει, μεθ' οὗπερ εἰς τοὺς οὐρανοὺς ἀνελήλυθεν. Ἐκεῖνο γὰρ ὁρατόν· τοῦτο δὲ καὶ οἱ ἄγγελοι τοῖς ἀποστόλοις εἰρήκασιν· "Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν." Εἰ δὲ