Ancient Greek
Page 262
Theodoretus Scr. Eccl. et Theol., Eranistes 262
Not analysed yet
δήπου φύσιν ἐκείνοις ὧν καλεῖται πρωτότοκος. Ὡς ἄνθρωπος οὖν ἄρα πρωτότοκος ἐκ νεκρῶν. Πρῶτος γὰρ τὰς ὠδῖνας ἔλυσε τοῦ θανάτου, καὶ πᾶσιν ἔδωκε τῆς ἀναβιώσεως τὴν γλυκεῖαν ἐλπίδα. Ἧι δὲ ἀνέστη, ταύτῃ καὶ πέπονθεν. Ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς θαυμαστὸς μεμένηκεν ἀπαθής. ϛʹ. Ἄλλως. Ἀπαρχὴν τῶν κεκοιμημένων τὸν σωτῆρα Χριστὸν ὠνόμασεν ὁ θεῖος ἀπόστολος· ἡ δὲ ἀπαρχὴ τὴν πρὸς τὸ ὅλον ἔχει συγγένειαν, οὗπέρ ἐστιν ἀπαρχή. Οὐ τοίνυν ᾗ θεός ἐστιν, ἀπαρχὴ προσηγόρευται. Ποία γὰρ συγγένεια θεότητός τε καὶ ἀνθρωπότητος; Ἡ μὲν γὰρ ἀθάνατος φύσις, ἡ δὲ θνητή. Τοιαύτη δὲ τῶν κεκοιμημένων ἡ φύσις, ὧν ἀπαρχὴ προσηγορεύθη Χριστός. Ταύτης ἄρα τῆς φύσεως καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις. Ταύτης γὰρ δὴ τὴν ἀνάστασιν ἐχέγγυον ἔχομεν τῆς κοινῆς ἀναστάσεως. ζʹ. Ἄλλως. Διστάζοντας τοὺς ἀποστόλους πεῖσαι βουλόμενος ὁ δεσπότης Χριστός, ὡς ἀνέστη καταλύσας τὸν θάνατον, τὰ τοῦ σώματος αὐτοῖς ἔδειξε μόρια, πλευρὰν καὶ χεῖρας καὶ πόδας, καὶ τὰ ἐν τούτοις φυλαχθέντα τοῦ πάθους τεκμήρια. Τοῦτο οὖν ἄρα ἀνέστη· τοῦτο γὰρ δήπου καὶ τοῖς ἀπιστοῦσιν ἐδείχθη. Ὃ δὲ ἀνέστη, τοῦτο δὴ καὶ ἐτάφη· ὃ δέ γε ἐτάφη, τοῦτο καὶ ἐτεθνήκει· ὃ δὲ ἐτεθνήκει, τοῦτο δήπου καὶ τῷ σταυρῷ προσηλώθη. Ἀπαθὴς ἄρα ἡ θεία φύσις διέμεινε καὶ συνημμένη τῷ σώματι. ηʹ. Ἄλλως. Οἱ ζωοποιὸν τοῦ κυρίου τὴν σάρκα προσαγορεύοντες τὴν ζωὴν αὐτὴν θνητὴν τῷ λόγῳ κατασκευάζουσιν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς διὰ τὴν ἡνωμένην αὐτῇ ζωὴν καὶ αὐτὴ ζωοποιός. Εἰ δέ γε κατὰ τὸν αὐτῶν λόγον ἡ ζωὴ θνητή, πῶς ἂν ἡ σὰρξ ἡ φύσει θνητή, διὰ δὲ τὴν ζωὴν γινομένη ζωοποιός, μείναι ἂν οὖσα ζωοποιός; θʹ. Ἄλλως. Ὁ θεὸς λόγος φύσει ἀθάνατος, ἡ δὲ σὰρξ φύσει θνητή. Γέγονε δὲ καὶ αὐτὴ μετὰ τὸ πάθος τῇ πρὸς τὸν λόγον μετουσίᾳ ἀθάνατος. Πῶς οὖν οὐ σχέτλιον, τὸν τῆς τοιαύτης ἀθανασίας δοτῆρα λέγειν μετειληχέναι θανάτου;