Ancient Greek
Page 261
Theodoretus Scr. Eccl. et Theol., Eranistes 261
Not analysed yet
τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότητος· ἀσύγχυτος γὰρ ἡ ἕνωσις. ΟΤΙ ΑΠΑΘΗΣ Η ΤΟΥ ΣΩΤΗΡΟΣ ΘΕΟΤΗΣ αʹ. Ὁμοούσιον τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν παρά τε τῆς θείας γραφῆς, παρά τε τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναγερθέντων ὁμολογεῖν ἐδιδάχθημεν· τοῦ δὲ πατρὸς τὴν ἀπάθειαν καὶ ἡ φύσις διδάσκει, καὶ ἡ θεία γε κηρύττει γραφή. Ἀπαθῆ οὖν ἄρα καὶ τὸν υἱὸν προσομολογήσομεν. Τὸ γὰρ ταὐτὸν τῆς οὐσίας τοῦτον ἐκπαιδεύει τὸν ὅρον. Ὅταν τοίνυν τοῦ δεσπότου Χριστοῦ τὸν σταυρὸν καὶ τὸν θάνατον τῆς θείας γραφῆς κηρυττούσης ἀκούσωμεν, τῆς σαρκὸς εἶναι φῶμεν τὸ πάθος. Κατ' οὐδένα γὰρ ἡ φύσει γε ἀπαθὴς θεότης παθεῖν δύναται τρόπον. βʹ. Ἄλλως. "Πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν," ὁ δεσπότης ἔφη Χριστός· ἓν δὲ δήπου πάντων ἡ ἀπάθεια. Εἰ τοίνυν ἀπαθής ἐστιν ὡς θεός, ὡς ἄνθρωπος ἄρα πέπονθεν· ἡ θεία γὰρ πάθος οὐ προσίεται φύσις. γʹ. Ἄλλως. Ὁ κύριος ἔφη· "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Καὶ πάλιν· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων." Σῶμα οὖν ἄρα καὶ ψυχὴν δέδωκεν ὁ ποιμὴν ὁ καλὸς ὑπὲρ τῶν σῶμα καὶ ψυχὴν ἐχόντων προβάτων. δʹ. Ἄλλως. Ἐκ σώματος καὶ ψυχῆς σύγκειται τῶν ἀνθρώπων ἡ φύσις. Ἐξήμαρτε δὲ αὕτη, καὶ θυσίας ἔχρῃζε ἐλευθέρας μώμου παντός. Σῶμα τοίνυν καὶ ψυχὴν λαβὼν ὁ δημιουργός, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀνέπαφα, ὑπὲρ μὲν τῶν σωμάτων τὸ σῶμα δέδωκεν, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν ψυχήν. Εἰ δὲ ταῦτα ἀληθῆ, ἀληθῆ δέ (αὐτῆς γάρ εἰσι τῆς ἀληθείας οἱ λόγοι), ληροῦσιν ἅμα καὶ βλασφημοῦσιν οἱ τῇ θείᾳ φύσει τὸ πάθος προσάπτοντες. εʹ. Ἄλλως. Πρωτότοκον ἐκ τῶν νεκρῶν τὸν δεσπότην Χριστὸν ὁ μακάριος προσηγόρευσε Παῦλος· ὁ δὲ πρωτότοκος τὴν αὐτὴν ἔχει