Ancient Greek
Page 68
Theodoretus Scr. Eccl. et Theol., Eranistes 68
Not analysed yet
ΕΡΑΝ. Συνωμολόγηται. ΟΡΘ. Εἰ τοίνυν τὴν εἰς σάρκα τροπὴν τὸν θεὸν λόγον ὑπομεμενηκέναι φατέ, τί δήποτε θεὸν αὐτὸν ἀλλὰ μὴ σάρκα προσαγορεύετε; Ἁρμόττει γὰρ τῇ ἀλλοιώσει τῆς φύσεως ἡ τῆς προσηγορίας ἐναλλαγή. Εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸς ἃ πρότερον ἦν συγγένειαν (πελάζει γάρ πως καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ἡ ὕαλος), ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας· ὅπου τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ ἀόρατον (τοσοῦτον γάρ, μᾶλλον δὲ καὶ πολλῷ πλέον, τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος), πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προτέραν μεῖναι προσηγορίαν; ΕΡΑΝ. Πολλάκις ἔφην ὅτι οὐ κατὰ τροπὴν ἐγένετο σάρξ, ἀλλὰ μένων ὃ ἦν, γέγονεν ὃ οὐκ ἦν. ΟΡΘ. Ἀλλὰ τοῦτο τὸ γέγονεν, εἰ μὴ σαφὲς γένοιτο, τροπὴν αἰνίττεται καὶ ἀλλοίωσιν. Εἰ μὴ γὰρ σάρκα λαβὼν ἐγένετο σάρξ, τραπεὶς ἐγένετο σάρξ. ΕΡΑΝ. Τοῦτο τὸ ἔλαβεν ὑμέτερόν ἐστιν εὕρεμα. Ὁ γὰρ εὐαγγελιστής, "Ὁ λόγος σὰρξ ἐγένετο," λέγει. ΟΡΘ. Ἔοικας ἢ τὴν θείαν γραφὴν ἀγνοεῖν ἢ ἐπιστάμενος κακουργεῖν. Ἐγὼ δέ σε ἢ ἀγνοοῦντα διδάξω ἢ κακουργοῦντα ἐλέγξω. Ἀπόκριναι τοίνυν, τοῦ θείου Παύλου πνευματικὴν τὴν διδασκαλίαν ὁμολογεῖς; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Καὶ τὸ αὐτὸ πνεῦμα διά τε τῶν εὐαγγελιστῶν διά τε τῶν ἀποστόλων ἐνεργῆσαι λέγεις; ΕΡΑΝ. Οὕτω φημί· οὕτω γὰρ παρὰ τῆς ἀποστολικῆς ἐδιδάχθην φωνῆς· "Διαιρέσεις, γάρ φησι, χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα." Καὶ πάλιν· "Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Καὶ αὖθις· "Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως." ΟΡΘ. Εἰς καιρὸν τὰς ἀποστολικὰς παρήγαγες μαρτυρίας. Εἰ