Ancient Greek
Page 69
Theodoretus Scr. Eccl. et Theol., Eranistes 69
Not analysed yet
τοίνυν τοῦ αὐτοῦ πνεύματος εἶναί φαμεν τά τε τῶν εὐαγγελιστῶν τά τε τῶν ἀποστόλων παιδεύματα, ἄκουσον τοῦ ἀποστόλου τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος. Ἑβραίοις γὰρ ἐπιστέλλων οὕτως ἔφη· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται." Οὐκ εἶπε, σπέρμα Ἀβραὰμ ἐγένετο, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ἀπόκριναι τοίνυν, τί νοεῖς τὸ σπέρμα τοῦ Ἀβραάμ; ΕΡΑΝ. Δῆλον ὅτι τὴν φύσιν τοῦ Ἀβραάμ. ΟΡΘ. Οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν Ἀβραάμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἀβραάμ; ΕΡΑΝ. Οὐ πάντα. Ἁμαρτίαν γὰρ ὁ Χριστὸς οὐκ ἐποίησεν. ΟΡΘ. Ἡ ἁμαρτία οὐκ ἔστι τῆς φύσεως, ἀλλὰ τῆς κακῆς προαιρέσεως. Τούτου δὴ χάριν οὐκ ἀορίστως ἔφην, ὅπερ εἶχεν Ἀβραάμ, ἀλλ' ὅπερ εἶχε κατὰ φύσιν, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν. Εἰπὲ τοίνυν σαφῶς, εἰ συνομολογεῖς τὸ σπέρμα τοῦ Ἀβραὰμ καὶ σῶμα εἶναι καὶ ψυχὴν λογικήν. Εἴπερ ἄρα μή, καὶ κατὰ τοῦτο τοῖς Ἀπολιναρίου συμφέρῃ ληρήμασιν. Ἀλλὰ γὰρ καὶ ἑτέρωθέν σε τοῦτο συνομολογῆσαι καταναγκάσω. Εἰπὲ τοίνυν, οἱ Ἰουδαῖοι σῶμα ἔχουσι καὶ ψυχὴν λογικήν; ΕΡΑΝ. Δῆλον ὡς ἔχουσιν. ΟΡΘ. Ὅταν τοίνυν ἀκούσωμεν τοῦ προφήτου λέγοντος, "Σὺ δέ, Ἰσραὴλ ὁ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα," μὴ μόνον σάρκας τοὺς Ἰουδαίους νοοῦμεν, οὐ τελείους ἀνθρώπους ἐκ σωμάτων καὶ ψυχῶν λογικῶν συνεστῶτας; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Καὶ τὸ σπέρμα τοῦ Ἀβραὰμ οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ πάντα ἔχον, ὁπόσα τὴν φύσιν χαρακτηρίζει τοῦ Ἀβραάμ; ΕΡΑΝ. Ὁ ταῦτα λέγων δύο πρεσβεύει υἱούς. ΟΡΘ. Ὁ δὲ τὸν θεὸν λόγον εἰς σάρκα τετράφθαι λέγων, οὐδὲ ἕνα λέγει υἱόν. Σὰρξ γὰρ αὐτὴ καθ' αὑτὴν οὐχ υἱός. Ἡμεῖς δὲ ἕνα υἱὸν ὁμολογοῦμεν, σπέρματος Ἀβραὰμ ἐπιλαβόμενον κατὰ τὸν θεῖον ἀπόστολον, καὶ τὴν τῶν ἀνθρώπων πραγματευσάμενον σωτηρίαν. Εἰ δὲ μὴ στέργεις τὴν ἀποστολικὴν διδασκαλίαν, ἄντικρυς ὁμολόγησον.