Ancient Greek
Page 73
Theodoretus Scr. Eccl. et Theol., Eranistes 73
Not analysed yet
ΕΡΑΝ. Ὁ προφήτης εἶπεν ὅτι ἐπὶ τῆς γῆς ὤφθη. ΟΡΘ. Καὶ ὁ ἀπόστολος εἶπεν, "Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ," καί, "Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται." ΕΡΑΝ. Τί οὖν; ψεύδεται ὁ προφήτης; ΟΡΘ. Μὴ γένοιτο, τοῦ θείου γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ ῥήματα. Ζητήσωμεν τοίνυν πῶς ὁ ἀόρατος ὤφθη. ΕΡΑΝ. Μή μοι λογισμοὺς ἀνθρωπίνους καὶ συλλογισμοὺς προσενέγκῃς. Ἐγὼ γὰρ μόνῃ πείθομαι τῇ θείᾳ γραφῇ. ΟΡΘ. Μηδένα δέξῃ λόγον ἥκιστα βεβαιούμενον γραφικῇ μαρτυρίᾳ. ΕΡΑΝ. Ἐάν μοι τῆς ἀμφιλογίας τὴν λύσιν ἐκ τῆς θείας προσενέγκῃς γραφῆς, ἀδηρίτως δέξομαι καὶ οὐκ ἀντιφθέγξομαι. ΟΡΘ. Οἶσθ' ὅτι καὶ πρὸ βραχέος τὴν εὐαγγελικὴν ῥῆσιν διὰ τῆς ἀποστολικῆς μαρτυρίας σαφῆ πεποιήκαμεν, καὶ δεδήλωκεν ἡμῖν ὁ θεῖος ἀπόστολος πῶς ὁ λόγος σὰρξ ἐγένετο, διαρρήδην εἰπών, "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται." Ὁ αὐτὸς τοίνυν καὶ νῦν ἡμᾶς διδάξει διδάσκαλος πῶς ὁ θεὸς λόγος ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ΕΡΑΝ. Ἐγὼ καὶ τοῖς ἀποστολικοῖς καὶ τοῖς προφητικοῖς πείθομαι λόγοις. Δεῖξον τοίνυν, κατὰ τὴν ὑπόσχεσιν, τῆς προφητείας τὴν ἑρμηνείαν. ΟΡΘ. Τιμοθέῳ γράφων ὁ θεῖος ἀπόστολος καὶ ταῦτα τέθεικεν· "Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ." Δῆλον τοίνυν, ὡς ἀόρατος μὲν ἡ θεία φύσις, ὁρατὴ δὲ ἡ σάρξ, καὶ διὰ τῆς ὁρατῆς ἡ ἀόρατος ὤφθη, δι' αὐτῆς ἐνεργήσασα τὰ θαύματα καὶ τὴν οἰκείαν ἀποκαλύψασα δύναμιν. Τῇ μὲν γὰρ χειρὶ τὴν ὀπτικὴν ἐδημιούργησεν αἴσθησιν καὶ τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε. Καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ἐνέργειαν ἀπέδωκε τῷ κωφῷ, καὶ τὴν πεπεδημένην ἔλυσε γλῶτταν, ἀντὶ μὲν ὀργάνου τοῖς δακτύλοις χρησάμενος, οἷον δέ τι φάρμακον ἀλεξίκακον τὸ πτύσμα προσενεγκών. Οὕτω πάλιν ἐπὶ θαλάττης βαδίσας τὸ τῆς θεότητος ὑπέφηνε παντοδύναμον.