Ancient Greek
Page 72
Theodoretus Scr. Eccl. et Theol., Eranistes 72
Not analysed yet
ΕΡΑΝ. Ἄριστα πεποίηκας, πᾶσαν τεθεικὼς τοῦ προφήτου τὴν μαρτυρίαν. Δείκνυσι γὰρ τὸν ἐν Βηθλεὲμ τεχθέντα θεόν. ΟΡΘ. Οὐ θεὸν μόνον, ἀλλὰ καὶ ἄνθρωπον. Ἄνθρωπον μὲν ὡς ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσαντα καὶ ἐν Βηθλεὲμ γεννηθέντα· θεὸν δὲ ὡς πρὸ αἰώνων ὑπάρχοντα. Τὸ γάρ, "Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος," τὴν κατὰ σάρκα γέννησιν τὴν ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεγενημένην δηλοῖ· τὸ δέ, "Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος," τὴν προαιώνιον ὕπαρξιν κηρύττει σαφῶς. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τῆς παλαιᾶς Ἰουδαίων εὐκληρίας ὀλοφυρόμενος τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν καὶ τῆς θείας ἐπαγγελίας καὶ νομοθεσίας μνημονεύσας, καὶ ταῦτα προστέθεικεν· "Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν." Καὶ κατὰ ταὐτὸν ἔδειξεν αὐτὸν καὶ τῶν ἁπάντων δημιουργὸν καὶ δεσπότην καὶ πρύτανιν ὡς θεόν, καὶ ἐξ Ἰουδαίων βεβλαστηκότα ὡς ἄνθρωπον. ΕΡΑΝ. Ἰδοὺ ταῦτα ἡρμήνευσας· πρὸς τὴν Ἰερεμίου προφητείαν τί ἂν εἴποις; Ἐκείνη γὰρ αὐτὸν θεὸν μόνον κηρύττει. ΟΡΘ. Ποίαν λέγεις προφητείαν; ΕΡΑΝ. "Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Ἐν τούτοις ὁ προφήτης οὔτε περὶ σάρκος οὔτε περὶ ἀνθρωπότητος οὔτε περὶ ἀνθρώπου, ἀλλὰ περὶ μόνου θεοῦ προηγόρευσεν. Ποῦ τοίνυν χρεία συλλογισμῶν; ΟΡΘ. Τὴν θείαν φύσιν ἀόρατον εἶναί φαμεν, ἢ οὐ πειθόμεθα τῷ ἀποστόλῳ λέγοντι, "Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ;" ΕΡΑΝ. Ἀναμφιλέκτως ἡ θεία φύσις ἀόρατος. ΟΡΘ. Πῶς τοίνυν οἷόν τε ἦν ὀφθῆναι δίχα σώματος τὴν ἀόρατον φύσιν; Ἢ οὐ μέμνησαι τῶν ἀποστολικῶν ἐκείνων ῥητῶν, ἃ διδάσκει σαφῶς τῆς θείας φύσεως τὸ ἀθέατον; Λέγει δὲ οὕτως· "Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται." Εἰ τοίνυν ἀδύνατος ἀνθρώποις, ἐγὼ δέ φημι καὶ ἀγγέλοις, ἡ τῆς θείας φύσεως θεωρία, εἰπὲ πῶς ἐπὶ τῆς γῆς ὁ ἀθέατος καὶ ἀόρατος ὤφθη.