Ancient Greek
Page 84
Theodoretus Scr. Eccl. et Theol., Eranistes 84
Not analysed yet
ΟΡΘ. Πολλὰ περὶ τοῦδε τοῦ σπέρματος ὑποσχόμενος ὁ θεός, ὡς καὶ κατὰ θάλατταν καὶ κατὰ γῆν κρατήσει, καὶ τῶν ἐπὶ γῆς βασιλευόντων ὑπέρτερος ἔσται, καὶ πρωτότοκος τοῦ θεοῦ κληθήσεται, καὶ τὸν θεὸν σὺν παρρησίᾳ καλέσει πατέρα, καὶ ταῦτα προστέθεικεν· "Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." ΕΡΑΝ. Ὑπὲρ φύσιν ἀνθρωπείαν ἡ ἐπαγγελία. Τὸ ἀνώλεθρον γὰρ καὶ αἰώνιον ἔχει καὶ ἡ ζωὴ καὶ ἡ τιμή, οἱ δὲ ἄνθρωποι πρόσκαιροι. Ἥ τε γὰρ φύσις ὀλιγόβιος, καὶ ἡ βασιλεία κἂν τῇ ζωῇ πολλὰς ἔχει καὶ ἀντιστρόφους μεταβολάς. Τοιγάρτοι μόνῳ προσήκει τῷ σωτῆρι Χριστῷ τῆς ἐπαγγελίας τὸ μέγεθος. ΟΡΘ. Ἴθι τοιγαροῦν καὶ πρὸς τὰ λοιπά. Βεβαιοτέρα γάρ σοι πάντως ἡ περὶ τούτου δόξα γενήσεται. Λέγει γὰρ πάλιν ὁ τῶν ὅλων θεός· "Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα." Καὶ τὸ ἀληθὲς τῆς ἐπαγγελίας δεικνὺς ἐπήγαγε· "Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός." ΕΡΑΝ. Χρὴ τοῖς παρὰ τοῦ πιστοῦ μάρτυρος ἐπηγγελμένοις ἀνενδοιάστως πιστεύειν. Εἰ γὰρ ἀνθρώποις ἀληθεύειν ὑπειλημμένοις, κἂν μὴ βεβαιώσωσιν ὅρκῳ τοὺς λόγους, πιστεύειν εἰώθαμεν, τίς οὕτως ἐμβρόντητος ὡς ἀπιστῆσαι τῷ ποιητῇ τοῦ παντὸς ὅρκον ἐπιτιθέντι τοῖς λόγοις; Ὁ γὰρ τοῖς ἄλλοις ἀπαγορεύων ὀμνύναι, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, καθά φησι καὶ ὁ ἀπόστολος, ἐμεσίτευσεν ὅρκῳ, "Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος." ΟΡΘ. Εἰ τοίνυν ἀναμφιλέκτως ἀληθὴς ἡ ὑπόσχεσις, οὐχ ὁρῶμεν δὲ παρὰ Ἰουδαίοις οὔτε τὸ γένος οὔτε τὴν βασιλείαν τοῦ προφήτου Δαβίδ, πιστεύσωμεν ἀριδήλως τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σπέρμα τοῦ Δαβὶδ κατὰ τὸ ἀνθρώπινον ὀνομάζεσθαι. Αὐτὸς γὰρ ἔχει καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν αἰώνιον.