Ancient Greek
Page 85
Theodoretus Scr. Eccl. et Theol., Eranistes 85
Not analysed yet
ΕΡΑΝ. Οὐκ ἐνδοιάζομεν, ἀλλ' οὕτω ταῦτ' ἔχειν ὁμολογοῦμεν. ΟΡΘ. Ἀπόχρη μὲν οὖν καὶ ταῦτα δεῖξαι σαφῶς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἣν ἀνείληφεν ἐκ σπέρματος Δαβὶδ ἀνθρωπότητα. Ἵνα δὲ τῇ τῶν πλειόνων μαρτυρίᾳ πᾶσαν διχόνοιαν ἐξελάσωμεν, ἀκούσωμεν τοῦ θεοῦ διὰ τῆς τοῦ Ἡσαΐου τοῦ προφήτου φωνῆς τῶν πρὸς τὸν Δαβὶδ ὑποσχέσεων μνημονεύοντος. "Διαθήσομαι, γάρ φησιν, ὑμῖν διαθήκην αἰώνιον." Καὶ δεικνὺς τὸν νομοθέτην ἐπήγαγε· "Τὰ ὅσια Δαβὶδ τὰ πιστά." Ἐπειδὴ γὰρ ταῦτα τῷ Δαβὶδ ὑπισχνούμενος ἔφη, "Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός," ἀναμιμνήσκων αὐτοὺς ταυτησὶ τῆς φωνῆς εἴρηκε, "Τὰ ὅσια Δαβὶδ τὰ πιστά," διδάσκων ὡς αὐτὸς καὶ τῷ Δαβὶδ ὑπέσχετο, καὶ διὰ τοῦ Ἡσαΐου ἐφθέγξατο, καὶ περανεῖ τὴν ὑπόσχεσιν. Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας τούτοις ἐστὶ συνῳδά. Λέγει γάρ· "Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν. Ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται." Ταῦτα δὲ οὐδενὶ τῶν ἐκ Δαβὶδ ἁρμόττει. Τίς γὰρ τῶν ἐκ Δαβίδ, κατὰ τὸν Ἡσαΐαν, ἄρχων ἐθνῶν ἀνεδείχθη; Ποῖα δὲ ἔθνη τινὰ τῶν ἐκ Δαβὶδ οἷα δὴ θεὸν ἐπεκαλέσαντο προσευχόμενα; ΕΡΑΝ. Περὶ τῶν ἐναργῶν οὐ προσήκει μηκύνειν· καὶ ταῦτα γὰρ ἀληθῶς τῷ δεσπότῃ προσῆκε Χριστῷ. ΟΡΘ. Οὐκοῦν εἰς ἑτέραν μεταβῶμεν προφητικὴν μαρτυρίαν, καὶ τοῦ αὐτοῦ προφήτου λέγοντος ἐπακούσωμεν· "Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται." ΕΡΑΝ. Ταύτην οἶμαι τὴν προφητείαν περὶ τοῦ Ζοροβάβελ γεγράφθαι. ΟΡΘ. Ἐὰν καὶ τῶν ἑξῆς ἐπακούσῃς, οὐκ ἐμμενεῖς σου τῇ δόξῃ. Οὕτω γὰρ οὔτε Ἰουδαῖοι τήνδε τὴν πρόρρησιν νενοήκασιν. Ἐπάγει γὰρ ὁ προφήτης· "Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν." Ταῦτα δὲ οὐκ ἄν τις ἀνθρώπῳ ψιλῷ προσαρμόσειε· καὶ γὰρ τοῖς ἄγαν ἁγίοις κατὰ διαίρεσιν δίδοται τοῦ πνεύματος τὰ χαρίσματα. Καὶ μάρτυς ὁ θεῖος