Ancient Greek
Page 89
Theodoretus Scr. Eccl. et Theol., Eranistes 89
Not analysed yet
"Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ." Εἰ γὰρ μηδὲν τῆς ἡμετέρας φύσεως εἶχεν ὁ δεσπότης Χριστός, ψευδῶς μὲν ἡμῶν ἀπαρχὴ προσηγόρευται· σώματος δὲ φύσις ἐκ νεκρῶν οὐκ ἐγήγερται, οὔτε μὴν ἐν οὐρανῷ τῆς ἐκ δεξιῶν καθέδρας τετύχηκεν. Εἰ δὲ μηδὲν τούτων γεγένηται, πῶς ἡμᾶς ὁ θεὸς συνήγειρέ τε καὶ συνεκάθισε τῷ Χριστῷ, τοὺς μηδὲν αὐτῷ κατὰ φύσιν προσήκοντας; Ἀλλὰ δυσσεβὲς τὸ ταῦτα λέγειν. Ὁ γὰρ θεῖος ἀπόστολος, μηδέπω μηδὲ τῆς κοινῆς ἀναστάσεως γενομένης, μήτε τῆς τῶν οὐρανῶν βασιλείας τοῖς πεπιστευκόσι παρασχεθείσης, βοᾷ· "Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ," διδάσκων ὡς τῆς ἀπαρχῆς ἡμῶν ἀναστάσης καὶ τὴν ἐκ δεξιῶν δεξαμένης καθέδραν, τευξόμεθα καὶ ἡμεῖς πάντως τῆς ἀναστάσεως, καὶ τῇ ἀπαρχῇ κοινωνοῦσι τῆς δόξης οἱ κοινωνοῦντες τῆς φύσεως καὶ μετειληφότες τῆς πίστεως. ΕΡΑΝ. Καὶ πολλοὺς καὶ ἀληθεῖς διεξελήλυθας λόγους· ἀλλ' ἐβουλόμην γνῶναι τοῦ εὐαγγελικοῦ ῥητοῦ τὴν διάνοιαν. ΟΡΘ. Οὐ δεῖ σοι ξένης ἑρμηνείας· αὐτὸς γὰρ ὁ εὐαγγελιστὴς ἑαυτὸν ἑρμηνεύει. Εἰπὼν γάρ, "Ὁ λόγος σὰρξ ἐγένετο," ἐπήγαγε, "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τοῦτ' ἔστιν, ἐν ἡμῖν σκηνώσας καὶ οἷόν τινι ναῷ χρησάμενος τῇ ἐξ ἡμῶν ληφθείσῃ σαρκὶ λέγεται γεγενῆσθαι σάρξ. Καὶ διδάσκων ὡς ἀναλλοίωτος ἔμεινεν ἐπήγαγε· "Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Καὶ σάρκα γὰρ περιβεβλημένος ἐδείκνυ τὴν πατρῴαν εὐγένειαν, καὶ τῆς θεότητος τὰς ἀκτῖνας ἐξέπεμπε, καὶ τῆς δεσποτικῆς ἐξουσίας ἠφίει τὴν αἴγλην, ταῖς θαυματουργίαις ἀποκαλύπτων τὴν λανθάνουσαν φύσιν. Τούτοις ἔοικεν ἃ Φιλιππησίοις ἔγραψεν ὁ θεῖος ἀπόστολος· "Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Βλέπε τὴν τῶν κηρυγμάτων συγγένειαν. Ὁ εὐαγγελιστὴς