Ancient Greek
Page 90
Theodoretus Scr. Eccl. et Theol., Eranistes 90
Not analysed yet
εἶπεν, "Ὁ λόγος σὰρξ ἐγένετο," ὁ ἀπόστολος ἔφη, "Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος·" ὁ εὐαγγελιστὴς εἴρηκε, "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ὁ ἀπόστολος, "Μορφὴν δούλου λαβών." Ὁ εὐαγγελιστὴς πάλιν ἔφη, "Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός," ὁ ἀπόστολος, "Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ." Καί, συλλήβδην εἰπεῖν, ἀμφότεροι διδάσκουσιν ὅτι θεὸς ὢν καὶ θεοῦ υἱός, καὶ τὴν τοῦ πατρὸς περικείμενος δόξαν, καὶ τὴν αὐτὴν ἔχων καὶ φύσιν καὶ δύναμιν τῷ γεννήσαντι, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν, καὶ τὴν κτίσιν δημιουργήσας, μορφὴν ἔλαβε δούλου. Καὶ ἐδόκει μὲν τοῦτο μόνον εἶναι ὃ ἑωρᾶτο· ἦν δὲ θεὸς ἀνθρωπείαν περικείμενος φύσιν καὶ τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Τοῦτο δηλοῖ τό, "Ὁ λόγος σὰρξ ἐγένετο," καὶ τό, "Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος." Τοῦτο γὰρ μόνον ἔβλεπον οἱ Ἰουδαῖοι, διὸ καὶ πρὸς αὐτὸν ἔλεγον· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν·" καὶ πάλιν· "Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ." ΕΡΑΝ. Ἰουδαῖοι διὰ τὴν σφετέραν ἐτύφλωττον ἀπιστίαν, καὶ τούτου χάριν τούτοις ἐχρῶντο τοῖς λόγοις. ΟΡΘ. Εἰ δὲ καὶ τοὺς ἀποστόλους εὕροις πρὸ τῆς ἀναστάσεως ταῦτα λέγοντας, δέχῃ τὴν ἑρμηνείαν; ΕΡΑΝ. Ἴσως δέξομαι. ΟΡΘ. Ἄκουσον τοίνυν αὐτῶν ἐν τῷ πλοίῳ μετὰ τὴν μεγίστην τῆς γαλήνης θαυματουργίαν λεγόντων· "Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;" ΕΡΑΝ. Τοῦτο μὲν ἀποδέδεικται· ἐκεῖνο δέ μοι εἰπέ· τί δήποτε ὁ θεῖος ἀπόστολος ἐν ὁμοιώματι αὐτὸν ἀνθρώπου γεγενῆσθαι λέγει; ΟΡΘ. Τὸ ληφθὲν οὐχ ὁμοίωμα ἀνθρώπου, ἀλλὰ φύσις ἀνθρώπου· μορφὴ γὰρ δούλου. Καθάπερ δὲ ἡ μορφὴ τοῦ θεοῦ φύσις νοεῖται θεοῦ, οὕτως ἡ μορφὴ τοῦ δούλου φύσις νοεῖται δούλου. Αὐτὸς μέντοι ὁ