Ancient Greek
Page 94
Theodoretus Scr. Eccl. et Theol., Eranistes 94
Not analysed yet
ΕΡΑΝ. Πάνυγε ἀξιάγαστον τοῦτον ὑπείληφα τὸν διδάσκαλον. ΟΡΘ. Οὗτος ὁ πάντα ἄριστος τόδε τὸ εὐαγγελικὸν ἑρμηνεύων χωρίον ὧδέ φησιν· Ὥστε ὅταν ἀκούσῃς, "Ὁ λόγος σὰρξ ἐγένετο," μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα· τοῦτο γὰρ τῆς ἐσχάτης ἀσεβείας ἐστίν· ἀλλὰ μένουσα ὅπερ ἐστίν, οὕτω τοῦ δούλου τὴν μορφὴν ἔλαβεν. Ὥσπερ γὰρ ὅταν λέγῃ, "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα," οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ τῆς οἰκείας ἀποστᾶσα δόξης εἰς κατάραν οὐσιώθη (τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὐδ' οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν)· οὐ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὲ καὶ ἐνταῦθα σάρκα φησὶν αὐτὸν γεγενῆσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτήν, ἀνεπάφου μενούσης ἐκείνης. ΟΡΘ. Εἰ δέ σοι φίλον καὶ Σευηριανοῦ τοῦ Γαβάλων ἐπακοῦσαι ποιμένος, ἐγὼ καὶ τούτου σοι προσοίσω τὴν ἑρμηνείαν, αὐτὸς δὲ παράσχες τὴν ἀκοήν. Τὸ γάρ, "Ὁ λόγος σὰρξ ἐγένετο," οὐ μετάπτωσιν τῆς φύσεως σημαίνει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμετέρας φύσεως. Εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς Παύλου λέγοντος, "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα," εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν; Ὥσπερ οὖν τὸ γενόμενος κατάρα οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι κατάραν τὴν καθ' ἡμῶν εἰς ἑαυτὸν ἔλαβεν, οὕτω καὶ τό, "Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρκὸς τὴν ἀνάληψιν. ΕΡΑΝ. Ἄγαμαι τῆς συμφωνίας τοὺς ἄνδρας. Ἅπαντες γὰρ τὴν αὐ-