Ancient Greek
Page 93
Theodoretus Scr. Eccl. et Theol., Eranistes 93
Not analysed yet
οὖν λέγειν τὴν τοῦ λόγου φύσιν μετημεῖφθαι. Ἄλλος γάρ ἐστιν ὁ ἀναλαβών, καὶ ἄλλο τὸ ἀναληφθέν. ΕΡΑΝ. Μετὰ τούτους προσήκει τῶν πρὸς ἥλιον ἀνίσχοντα διδασκάλων ἀκοῦσαι· τοῦτο γὰρ ἡμῖν μόνον τῆς οἰκουμένης ὑπολέλειπται τμῆμα. ΟΡΘ. Ἔδει μὲν τούτους πρώτους μαρτυρῆσαι τῇ ἀληθείᾳ· πρῶτοι γὰρ τῶν ἀποστολικῶν ἐπήκουσαν κηρυγμάτων. Ἐπειδὴ δὲ κατὰ τῶν πρωτοτόκων τῆς εὐσεβείας παίδων τὰς ὑμετέρας ἠκονήσατε γλώσσας, τῇ τοῦ ψεύδους αὐτὰς παραθήξαντες θηγάνῃ, τὴν ἐσχάτην αὐτοῖς ἀπενείμαμεν χώραν, ἵνα τῶν ἄλλων ἐπακούσαντες πρῶτον, εἶτα τοῖς ἐκείνων παραθέντες τὰ τούτων, θαυμάσητε μὲν τὴν συμφωνίαν, παύσησθε δὲ τῆς γλωσσαλγίας. Ἀκούσατε τοίνυν Φλαβιανοῦ, ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐπὶ πλεῖστον σοφῶς ἐκίνησε τὰ πηδάλια, καὶ τοῦ ἀρειανικοῦ κλύδωνος κρείττους ἀπέφηνεν ἃς ἐκυβέρνησεν ἐκκλησίας, τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος. "Ὁ λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Οὐκ εἰς σάρκα μεταβέβληται, οὐδὲ ἀπέστη τοῦ εἶναι θεός, ἀλλ' ἐκεῖνο μὲν ἦν ἀϊδίως, τοῦτο δὲ γέγονεν οἰκονομικῶς, αὐτὸς οἰκοδομήσας τὸν ἑαυτοῦ ναόν, καὶ ἐνοικήσας τῷ παθητῷ γεννήματι. ΟΡΘ. Εἰ δὲ καὶ τῶν παλαιῶν Παλαιστινῶν ἀκοῦσαι ποθεῖς, ὑπόσχες Γελασίῳ τῷ θαυμασίῳ τὰς ἀκοάς, ὃς τὴν Καισαρέων ἐπιμελῶς ἐγεώργησε, Λέγει δὲ καὶ ταῦτα εἰς τὴν τῆς δεσποτικῆς ἐπιφανείας πανήγυριν· Μάθε τὴν ἀλήθειαν παρὰ Ἰωάννου τοῦ ἁλιέως λέγοντος, "Καὶ ὁ λόγος σὰρξ ἐγένετο," οὐκ αὐτὸς μεταβληθείς, ἀλλ' ἐν ἡμῖν σκηνώσας. Ἕτερον σκηνή, καὶ ἕτερον ὁ λόγος· ἕτερον ὁ ναός, καὶ ἕτερον ὁ ἐνοικῶν ἐν αὐτῷ θεός. ΕΡΑΝ. Θαυμάζω λίαν τὴν συμφωνίαν. ΟΡΘ. Ἰωάννην δὲ τὸν μέγαν τῆς οἰκουμένης λαμπτῆρα, ὃς πρῶτον μὲν τὴν Ἀντιοχέων φιλοτίμως ἤρδευσεν ἐκκλησίαν, εἶτα τὴν βασιλεύουσαν σοφῶς ἐγεώργησεν, οὐχ ἡγῇ τὸν ἀποστολικὸν τῆς πίστεως τετηρηκέναι κανόνα;