Ancient Greek
Page 96
Theodoretus Scr. Eccl. et Theol., Eranistes 96
Not analysed yet
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τί γάρ με ὠφελεῖ, εἴπερ με ἐπαινεῖ τις, τὸν δὲ κύριόν μου βλασφημεῖ μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον; Ὁ δὲ τοῦτο μὴ λέγων, τελείως αὐτὸν ἀπήρνηται ὢν νεκροφόρος. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἰ γὰρ τῷ δοκεῖν ταῦτα ἐπράχθη ὑπὸ τοῦ κυρίου ἡμῶν, κἀγὼ τῷ δοκεῖν δέδεμαι. Τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ, πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; Ἀλλ' ὁ ἐγγὺς μαχαίρας, ἐγγὺς θεοῦ, ὁ μεταξὺ θηρίων, μεταξὺ θεοῦ. Μόνον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς τὸ συμπαθεῖν αὐτῷ πάντα ὑπομένω, αὐτοῦ με ἐνδυναμοῦντος, τοῦ τελείου ἀνθρώπου, ὅν τινες ἀγνοοῦντες ἀρνοῦνται. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. Ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ' οἰκονομίαν θεοῦ, ἐκ σπέρματος μὲν Δαβίδ, ἐκ πνεύματος δὲ ἁγίου, ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τὸ θνητὸν ἡμῶν καθαρισθῇ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴ τι οἱ κατ' ἄνδρα κοινῇ πάντες ἐν τῇ χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει, καὶ ἐν ἑνὶ Ἰησοῦ Χριστῷ τῷ κατὰ σάρκα ἐκ γένους Δαβίδ, τῷ υἱῷ τοῦ ἀνθρώπου καὶ υἱῷ τοῦ θεοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἷς ἰατρός ἐστι σαρκικὸς καὶ πνευματικός, γεννητὸς ἐξ ἀγεννήτου, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Τραλλιανοὺς ἐπιστολῆς. Κωφώθητε οὖν, ὅταν χωρὶς Ἰησοῦ Χριστοῦ ὑμῖν λαλῇ τις, τοῦ ἐκ γένους Δαβίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέ τε καὶ ἔπιεν ἀληθῶς, ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτου, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανε, βλεπόντων τῶν ἐπιγείων καὶ ἐπουρανίων καὶ καταχθονίων. Εἰρηναίου ἐπισκόπου Λουγδούνου. Ἐκ τοῦ τρίτου λόγου τῶν εἰς τὰς αἱρέσεις.