Ancient Greek
Page 97
Theodoretus Scr. Eccl. et Theol., Eranistes 97
Not analysed yet
Εἰς τί δὲ καὶ τὸ "ἐν πόλει Δαβὶδ" προσέθηκαν, εἰ μὴ ἵνα τὴν ὑπὸ θεοῦ γεγενημένην τῷ Δαβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιός ἐστι βασιλεύς, πεπληρωμένην εὐαγγελίσωνται, ἣν ὁ δημιουργὸς τοῦδε τοῦ παντὸς πεποίητο ἐπαγγελίαν; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ἐν τῷ εἰπεῖν, "Ἀκούσατε δή, οἶκος Δαβίδ," σημαίνοντος ἦν ὅτι ἐπηγγείλατο τῷ Δαβὶδ ὁ θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιον ἀναστήσειν βασιλέα. Οὗτός ἐστιν ὁ ἐκ τῆς Δαβὶδ παρθένου γενόμενος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τοίνυν ὁ πρῶτος Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον, καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτὸν ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, πλάστης δὲ αὐτοῦ ὁ θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλασμένον ἄνθρωπον, τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα. Εἰς τί οὖν πάλιν οὐκ ἔλαβε χοῦν ὁ θεός, ἀλλ' ἐκ Μαρίας ἐνήργησε τὴν πλάσιν γενέσθαι; Ἵνα μὴ ἄλλη πλάσις γένηται, μηδὲ ἄλλο τὸ σωζόμενον, ἀλλ' αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος. Ἄγαν οὖν πίπτουσι καὶ οἱ λέγοντες αὐτὸν μηδὲν εἰληφέναι ἐκ τῆς παρθένου, ἵν' ἐκβάλωσι τὴν τῆς σαρκὸς κληρονομίαν, καὶ ἀποβάλωνται τὴν ὁμοιότητα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ' αὐτῆς; Ἔτι τε εἰ μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ γῆς εἰλημμένας προσίετο τροφάς, δι' ὧν τὸ ἀπὸ γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ' ἂν εἰς τεσσαράκοντα ἡμέρας ὁμοίως ὡς Μωϋσῆς καὶ Ἠλίας νηστεύσας ἐπείνησε, τοῦ σώματος ἐπιζητοῦντος τὴν ἰδίαν τροφήν· οὐδ' ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει· "Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο·" οὐδ' ἂν ὁ Δαβὶδ προαναπε-