Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.100
Not analysed yet
βουνοὺς, τὰ ἐν τοῖς ὄρεσι πάλαι ὄντα ἄλση καὶ τεμένη τῶν δαιμόνων ὠνόμασε, καθ' ὧν ἁλλόμενος καὶ πηδῶν τῇ τε σοφίᾳ τῶν λόγων, καὶ τῇ δυνάμει τῶν θαυμάτων, περιεγένετό τε καὶ φροῦδα αὐτὰ παντελῶς πεποίηκεν. Ἀμέλει καὶ ὁ Σύμμαχος τοῦτο σαφέστερον ἑρμηνεύων φησίν· «Ἰδοὺ οὗτος ἔρχεται βαίνων κατὰ τῶν ὀρέων, διαπηδῶν κατὰ τῶν βουνῶν.» Τούτοις ἐπιφέρει πάλιν ἡ νύμφη· «Ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν ἕστηκε, παρακύπτων διὰ τῶν θυρίδων, εἰσκύπτων διὰ τῶν δικτύων.» Διδάσκει δὲ, ὅτι πᾶν ὄρος καὶ βουνὸν ταπεινώσας, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, παραγίνεται πρὸς αὐτὴν ταπεινὴν οὖσαν πάλαι, καὶ φάραγγι ἀπεικασμένην, καὶ πληροῖ αὐτὴν, καὶ τίθησι τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τραχείας εἰς ὁδοὺς λείας· καὶ περιτίθησιν αὐτῇ ὡς μὲν πόλει τεῖχος, ἵνα μὴ πολιορκῆται ὑπὸ τῶν πολεμίων, ὡς δὲ ἀμπελῶνι, καὶ κήπῳ, καὶ παραδείσῳ τοῖχον, ἵνα μὴ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν, μηδὲ λυμήνηται αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανεμήσηται αὐτὴν, ὡς τὴν προτέραν ἐκείνην τὴν ἐξ Αἰγύπτου μετατεθεῖσαν. Σημαίνει τοίνυν, ὅτι καταλύσας τὰ τῶν δαιμόνων τεμένη, καὶ τῶν λεγομένων θεῶν τὰ ἄλση καὶ τοὺς νεὼς (τοῦτο γὰρ διὰ τοῦ «ἐπὶ τὰ ὄρη Βαιθὴλ» ᾐνίξατο· τὸ γὰρ, Βαιθὴλ, οἶκον ἑρμηνεύει Θεοῦ· ὁμωνύμως δὲ τῷ ἐπὶ πάντων Θεῷ καὶ οἱ μὴ ὄντες ὑπὸ τῶν δυσσεβῶν ὠνομάζοντο θεοί)· παραγέγονε πρὸς αὐτήν. Καὶ εἰς μὲν τὸν θάλαμον αὐτῆς οὐδέπω εἰσελήλυθεν· ἔξω δὲ τοῦ τοίχου ἑστηκὼς παρακύπτει διὰ τῶν θυρίδων· θύρας δὲ τὰς αἰσθήσεις καλεῖ. Ὥσπερ γὰρ διὰ θυρίδων τῶν αἰσθήσεων εἰσρεῖ τῇ ψυχῇ τά τε ἀγαθὰ καὶ τἀναντία, καὶ πάλιν ἐκεῖθεν ἐκρεῖ. Διὸ καὶ ὁ προφήτης φησὶν Ἱερεμίας, ὅτι «Θάνατος ἀνέβη διὰ τῶν θυρίδων.» —»Ὁ γὰρ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ,» καὶ εἰσέρχεται θάνατος διὰ τῶν θυρίδων. Καὶ ὁ παραδεξάμενος ἀκοὴν ματαίαν, δέχεται θάνατον διὰ τῶν θυρίδων. Ἀλλ' ἡ νύμφη νῦν τῆς ὥρας τοῦ νυμφίου διὰ τῶν θυρίδων ἀπολαύει. Καὶ ζητητέον πῶς ὁ νυμφίος παρακύπτει διὰ τῶν θυρίδων, τουτέστι διὰ τῶν αἰσθήσεων τῶν ἡμετέρων. Ὅταν ἐν νόμῳ Κυρίου μελετῶντες ἡμέρας καὶ νυκτὸς τοῖς θείοις ἐντρυφῶμεν λόγοις, καὶ μετὰ κατανύξεως καὶ γνώσεως προσέχωμεν τοῖς γεγραμμένοις, διανοίγομεν ἡμῶν τὰς θυρίδας, καὶ ὑποδεχόμεθα τοῦ νυμφίου τὸ πρόσωπον. Καὶ ὅταν ἑτέρων ἀναγινωσκόντων τὰ θεῖα λόγια, ἢ περὶ Θεοῦ διαλεγομένων, σπουδαίως ἀκούωμεν, πάλιν διὰ τῶν ἄλλων θυρίδων ὁ νυμφίος παρακύπτει, καὶ τὸ οἰκεῖον ἡμῖν ὑποδείκνυσι κάλλος. Οὐ μόνον δὲ διὰ τῶν θυρίδων παρακύπτει, ἀλλὰ καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτει· οὐ καταλιμπάνει γὰρ αὑτοῦ τὴν νύμφην θηρευομένην ὑπὸ τῶν ἐπιβούλων δαιμόνων,