Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.101
Not analysed yet
καὶ δικτύοις περιβαλλομένην, ἀλλὰ «ῥύεται αὐτὴν ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.» Καὶ ἐν αὐτοῖς δὲ τοῖς πειρασμοῖς ἐκκύπτει διὰ τῶν δικτύων, καὶ ψυχαγωγεῖ αὐτὴν πολιορκουμένην, καὶ τὸ φρόνημα αὐτῆς ἀνορθοῖ. Καὶ τοῦτο ἔστιν εὑρεῖν ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Νέᾳ Γραφῇ, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γεγενημένον, καὶ τοὺς εὐσεβεῖς πάσης παραψυχῆς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τετυχηκότας. Συνεχώρησε μὲν γὰρ ἁρπαγῆναι τὴν Σάῤῥαν ὑπὸ τοῦ Φαραώ· παρέκυψε δὲ διὰ τῶν δικτύων, καὶ τόν τε πατριάρχην Ἀβραὰμ ἐψυχαγώγησε, καὶ τὰ δίκτυα διασπάσας σῶον αὐτῷ τὸ θήραμα καὶ ὑγιὲς ἀπέδωκεν. Ἠγρεύθη πάλιν ὑπὸ τοῦ Ἀβιμέλεχ, καὶ πάλιν παρακύπτει διὰ τῶν δικτύων, καὶ οὐ μόνον τὸ θήραμα ἔσωσεν, ἀλλὰ καὶ τὸν θηρευτὴν εὐεργέτησε. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰσαὰκ πεποίηκε· τοιαῦτα γὰρ ἐπὶ τῇ Ῥεβέκκᾳ πέπονθεν, οἷα ἐπὶ τῇ Σάῤῥᾳ ὁ πατήρ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰακὼβ εἰργάσατο· τοῦ γὰρ κηδεστοῦ καταλαβεῖν αὐτὸν σπουδάζοντος καὶ ἀνελεῖν προθυμουμένου, ἐπιφαίνεται πάλιν διὰ τῶν δικτύων, καὶ τὸν μὲν Ἰακὼβ παραθαῤῥύνει, τὸν δὲ Λάβαν δεδίττεται. Καὶ ἡνίκα δὲ πάλιν ἔδεισε τὴν τοῦ ἀδελφοῦ παρουσίαν, φαίνεται καὶ τὸ δέος ἐλαύνει, καὶ θάρσος ἐντίθησι. Καὶ τῷ Ἰωσὴφ δὲ ἐξανδραποδισθέντι καὶ δούλῳ γενομένῳ, κἀν τῇ δεσποτικῇ συνῆν οἰκίᾳ, κἀν τῷ δεσμωτηρίῳ παρῆν, καὶ πανταχοῦ διὰ τῶν δικτύων παρακύπτων ψυχαγωγῶν αὐτὸν διετέλει. Καὶ ἵνα τοὺς ἐν μέσῳ καταλίπω ἁγίους, φεύγων τοῦ λόγου τὸ μῆκος, οὕτω τὸν σοφώτατον Δανιὴλ ἐψυχαγώγησε παραδοθέντα τοῖς λέουσι, καὶ ἐκ τῶν δικτύων παρακύπτων θαῤῥεῖν παρεσκεύαζεν· οὕτω τοῖς μακαρίοις ἐκείνοις παισὶν εἰς τὴν φοβερὰν ἐκείνην συνελήλυθε κάμινον· οὕτω τοῖς ἁγίοις ἀποστόλοις εἰς τὸ δεσμωτήριον ἐμβληθεῖσιν ὑπὸ Ἰουδαίων θαῤῥεῖν παρεκελεύετο, καὶ μετὰ παῤῥησίας κηρύττειν τῆς εὐσεβείας τὸν λόγον· οὕτω μετὰ ταῦτα κατειρχθέντι ἐν Ἱεροσολύμοις τῷ μακαρίῳ Παύλῳ, καὶ τὸν θάνατον προσδοκῶντι, θάρσος ἐντίθησι λέγων, «Θάῤῥει, Παῦλε· ὡς γὰρ ἐμαρτύρω τὰ περὶ ἐμοῦ ἐν Ἱεροσολύμοις, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.» Τοῦτο καὶ ἡ νύμφη αἰνιττομένη φησίν. ιʹ. Ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου, καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. Μαρτυρεῖ τῷ κάλλει τῆς νύμφης ὁ νυμφίος· καὶ οὐχ ἁπλῶς αὐτὴν καλὴν, ἀλλὰ «καλήν μου» καλεῖ· διδάσκων ὅτι λίαν αὐτῷ τὸ κάλλος αὐτῆς ἀρέσκει. Προσαγορεύει δὲ αὐτὴν καὶ περιστερὰν, τὴν πνευματικὴν χάριν διὰ τούτου τοῦ ὀνόματος αἰ-