Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.104
Not analysed yet
νιττόμενος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπ' αὐτὸν ἐφοίτησε τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ τελείους πνευματικοὺς οἶδεν ὁ μακάριος Παῦλος καλεῖν. Διὸ τοῖς ἀτελέσιν ἔτι γράφων φησίν· «Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.» Τοῖς δὲ τελείοις γράφει· «Ὑμεῖς δὲ ἐν σαρκὶ οὐκ ἐστὲ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. «Εἰκότως τοίνυν τὴν ἐν ἀρετῇ τετελειωμένην ψυχὴν ὁ νυμφίος περιστερὰν ὀνομάζει· τουτέστι πνευματικὴν, καὶ Πνεύματος ἁγίου πεπληρωμένην. Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας πόῤῥωθεν ταῦτα προορῶν, καὶ τοὺς ἁγίους ἀποστόλους οἷόν τινας ὑποπτέρους πᾶσαν τὴν οἰκουμένην περιϊπταμένους θεώμενος, καὶ τοὺς ἐκείνων φοιτητὰς καὶ ἀκροατὰς, ὥσπερ τινὰς νεοττοὺς, ἑπομένους αὐτοῖς, βοᾷ καὶ λέγει· «Τίνες οἵδε ὡσεὶ νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν;» Οὕτω καὶ ὁ νυμφίος ἐνταῦθα τὴν Ἐκκλησίαν αὐτοῦ κάμνουσαν ἐν τοῖς πειρασμοῖς ψυχαγωγῶν καὶ παραμυθούμενος, καὶ ἐκ τῶν θυρίδων παρακύπτων, καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτων, παρακαλεῖ αὐτὴν ἀναστῆναι, καὶ πρὸς αὐτὸν ἀναπτῆναι. Ἔδωκε γὰρ αὐτῇ τῆς περιστερᾶς ἐκείνης τὰ πτερὰ, περὶ ἧς ὁ μακάριος Δαβὶδ λέγει· «Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, ἐκεῖ πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου·» κλήρους τὰς δύο Διαθήκας ὀνομάζων, περιστερὰν δὲ τὴν τοῦ Πνεύματος χάριν, πτερὰ ἔχουσαν περιηργυρωμένα, τὴν τοῦ λόγου λαμπρότητα· μετάφρενα δὲ ἐν χλωρότητι χρυσίου, τῶν κεκρυμμένων μυστηρίων τὸ περίβλεπτον· Ἐὰν γὰρ, φησὶν, ἐν μέσῳ τῶν δύο Διαθηκῶν διαναπαύσησθε, καὶ ἑκατέρωθεν τὴν ὠφέλειαν ἑλκύσητε, εὑρήσετε ἐκεῖ τὰ ποικίλα τοῦ Πνεύματος δῶρα. Ἡ νύμφη τοιγαροῦν τὴν πνευματικὴν δεξαμένη παραίνεσιν, καὶ κοιμηθεῖσα ἀναμέσον τῶν κλήρων, εὗρε τὰς περιηργυρωμένας πτέρυγας, δι' ὧν πρὸς τὸν νυμφίον ἀναπτῆναι παρακελεύεται. ιαʹ—ιγʹ. Ἰδοὺ γὰρ, φησὶν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Παραθῶμεν τούτοις, εἰ δοκεῖ, καὶ τὰς εὐαγγελικὰς τοῦ Κυρίου φωνάς. Πλῆθος γὰρ πολὺ θεασάμενος πανταχόθεν συῤῥεῦσαν πρὸς αὐτὸν, φησὶ πρὸς τοὺς ἱεροὺς ἀποστόλους· «Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.» Καὶ ἀλλαχοῦ δέ· «Ἤδη, φησὶ, καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ἄλλος ἐστὶ, φησὶν, ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων· ὑμᾶς θερίζειν ἀπέσταλκα.» Ἐντεῦθεν τοίνυν νοήσωμεν τὸ, «Ἰδοὺ ὁ χει-