Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.105
Not analysed yet
μὼν παρῆλθε.» Τὸν γὰρ πρὸ τῆς παρουσίας αὐτοῦ χρόνον ὀνομάζει χειμῶνα, ἔαρ δὲ τὸ μετὰ τὴν παρουσίαν· ἀκμὴν δὲ θέρους, τὸν προσδοκώμενον αἰῶνα. Διό φησιν αὐτὸς, ὅτι «Παρελήλυθε καὶ ὁ χειμὼν καὶ ὁ ὑετὸς,» αἱ τοῦ νόμου ἀπειλαὶ, καὶ αἱ σφοδραὶ τῶν ἁμαρτημάτων τιμωρίαι. «Καὶ ἐπορεύθη ἑαυτῷ.» Παραχωρεῖ γὰρ ἡ σκιὰ τῷ σώματι, ὁ παιδαγωγὸς τῷ σοφῷ διδασκάλῳ. «Ὤφθη γὰρ τὰ ἄνθη ἐν τῇ γῇ.» Προσεκτέον τῇ ἀκριβείᾳ τῶν λόγων. Οὐ γὰρ εἶπεν, οἱ καρποὶ, ἀλλὰ «ἄνθη.» Ἡ γὰρ τελειότης τῶν ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις παρέχεται. Ἐνταῦθα δὲ οἱ κατὰ τὸν μακάριον Παῦλον φασίν· «Ἄρτι βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Ἀλλὰ καὶ «Ὁ καιρὸς τῆς τομῆς ἔφθακεν·» ἢ ὡς ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, «κλαδεύσεως.» Μετὰ γὰρ τὴν τοῦ Δεσπότου Χριστοῦ παρουσίαν ταυτησὶ τῆς καθάρσεως πάντα τὰ ἔθνη τετύχηκε. Διὸ καὶ ὁ Κύριός φησιν· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν ὃ φέρει καρπὸν, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ.» Διὰ τοῦτό φησι· «Καὶ ὁ καιρὸς τῆς τομῆς ἔφθακεν.» Ἀλλὰ καὶ «Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν.» Φωνὴν πάλιν τρυγόνος τὴν τοῦ παναγίου Πνεύματος διδασκαλίαν καλεῖ. Οὕτω γὰρ ὁ μακάριος Δαβὶδ ἐν τῷ Ὑπὲρ τῶν ληνῶν προσαγορευομένῳ ψαλμῷ φησίν. Εἰρηκὼς γὰρ, «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων ἐπιποθῶ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα,» διδάσκει καὶ τῆς ἀγαλλιάσεως τὴν αἰτίαν, καί φησιν· «Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς·» καὶ δεικνὺς ἐπιφέρει λέγων· «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.» Καὶ διδάσκει ἡμᾶς, ὅτι νεοττοὶ μέν εἰσιν οἱ τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας τετυχηκότες· καλιὰ δὲ αὐτῶν, καὶ νεοττία, τὰ θεῖα θυσιαστήρια, ἐν οἷς τρέφονται, καὶ σιτοῦνται, καὶ πτεροφυοῦσιν, καὶ καταβραχὺ τῆς τελειότητος ἀπολαύουσιν. Οἷον δέ τις μήτηρ αὐτῶν ἐστι τίκτουσα, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, ἡ τροπικῶς ὀνομαζομένη τρυγὼν, διὰ τὸ σῶφρον τοῦ ζώου, καὶ φιλέρημον, καὶ ἐν δένδροις ἀμφιλαφέσι τὰς καλιὰς πηγνύναι. Φησὶ τοίνυν ὁ νυμφίος, ὅτι «Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, καὶ ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,» τουτέστι, τὸν πρώϊμον τῆς πίστεως καρπὸν, δι' οὗ καὶ ὁ ἕτερος καρπὸς, ὁ τῶν πράξεων, λέγω, μόνιμος γίνεται, καὶ οὐκ ἐκρεῖ, ἀλλὰ πεπαίνεται, καὶ ἥδιστος ἀποτελεῖται. «Καὶ ἄμπελοι δὲ κυπρίζουσιν, ἔδωκαν ὀσμήν.» Ἤνθησαν, φησὶ, οἱ τροπικῶς καλούμενοι ἄμπελοι, καὶ τὴν εὐοσμίαν ἀφίησι.