Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.108
Not analysed yet
ιδʹ. Ἀνάστα οὖν, ἐλθὲ, ἡ πλησίον μου. Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. Καλεῖ δὲ αὐτὴν ἐν τῇ σκέπῃ τῆς πέτρας, ἵνα μὴ πάλιν μέλαινα γίνηται. Πέτραν δὲ καλεῖ τὴν εὐσεβῆ πίστιν, τὴν ἀληθῆ ὁμολογίαν. Καὶ γὰρ τῷ Κυρίῳ εἰρηκότι πρὸς τοὺς μαθητὰς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» ὁ μακάριος Πέτρος ἔφησε· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» ᾯ ἀπεκρίνατο λέγων· Ἀμὴν, ἀμὴν λέγω σοι· σὺ εἶ Πέτρος, καὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Βούλεται δὲ αὐτὴν καὶ ἔξω γενέσθαι τοῦ παρόντος βίου. Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν Ἑβραίοις γράφων· «Ἐξερχώμεθα τοίνυν πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Βούλεται αὐτὴν σκοπεῖν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· «Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Διὸ ἐχόμενα τοῦ προτειχίσματος αὐτὴν παρακαλεῖ γενέσθαι, μονονουχὶ λέγων πρὸς αὐτήν· «Νέκρωσον τὰ μέλη σου, τὰ ἐπὶ τῆς γῆς·» μελέτησον ἀσαρκίαν ἐν σώματι· ἐπίδειξαι ἀπάθειαν ἐν πάθεσιν· ἔξω γενοῦ τῆς παρούσης πόλεως, καὶ τῶν ταύτης τειχῶν. Ἐὰν γὰρ μὴ παρ' αὐτῷ γένῃ τῷ προτειχίσματι, οὐκ ἀπολαύσῃ μου τῆς κοινωνίας· ἐὰν μὴ βοήσῃς κατὰ Παῦλον, «Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα·» οὐδεὶς γὰρ στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· Ἐὰν μὴ ἐν μεταιχμίῳ γένῃ τῶν παρόντων καὶ τῶν μελλόντων (τοῦτο γὰρ ἡγοῦμαι παραδηλοῦσθαι διὰ τοῦ «προτειχίσματος»), ὁ γάμος ἡμῶν οὐ γενήσεται. Ἐλθοῦσαν δὲ ἐκεῖ παρακαλῶ σε, δεῖξόν μοι τὴν ὄψιν σου· καθαρὰν ἔχεις σὺ τὴν διάνοιαν· οὐδὲν γὰρ αὐτῇ τῶν βιωτικῶν φροντίδων ἐπιπροσθεῖ· ἐκεῖ βούλομαι τῆς φωνῆς σου ἀκοῦσαι· καθαρὰ γὰρ ἐκεῖ καὶ αὐτὴ γενήσεται, ἀκολασίας ἁπάσης ἀπηλλαγμένη· τότε ἔσται μοι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία· τὸ γὰρ ἐμὸν ἐν σοὶ κατοπτρίζομαι κάλλος, καὶ τοῖς ἐμοῖς λόγοις κεκοσμημένης ἐπαΐω φωνῆς. Ταῦτα πρὸς τὴν νύμφην ὁ νυμφίος εἰρηκὼς, τοῖς οἰκείοις ὑπηρέταις παρακελεύεται, λέγων. ιεʹ. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς, ἀφανίζοντας ἀμπελῶνας. Τινὲς μὲν οὖν τῶν ἑρμηνευκότων, τὸ «μικροὺς» ταῖς ἀμπελῶσι συνῆψαν. Οὐδὲν δὲ διαφέρει, εἴτε τοῦτο, εἴτε ἐκεῖνο εἴη τὸ νόημα. Ἀλώπεκας δὲ καλεῖ τοὺς δολερὸν κεκτημένους τὸ φρόνημα, καὶ τὰς τοῦ Κυρίου λυμαινομένους Ἐκκλησίας, τὰς ἄρτι ἀνθεῖν ἀρξαμένας. Διό φησιν· «Καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.» Αἰνίττεται δὲ διὰ