Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.109
Not analysed yet
τῶν ἀλωπέκων τοὺς ταῖς ἐκκλησιαστικαῖς ψυχαῖς πολεμοῦντας αἱρετικοὺς, καὶ ὑπούλως καὶ δολερῶς ὑποκλέπτειν πειρωμένους τοὺς μηδέπω παγίους τῇ πίστει γεγενημένους. Οὗτοι γὰρ τῇ πιθανότητι τῶν λόγων, καὶ ταῖς τῶν συλλογισμῶν παγίσι τε καὶ πλοκαῖς, τοὺς ἁπλούστερον διακειμένους ἐξαπατῶντες λυμαίνονται ταῖς ἀμπέλοις. Διὰ τοῦτο παρακελεύεται τοῖς τὸ διδασκαλικὸν εἰληφόσι χάρισμα, ἀγρεύειν τούτους καὶ θηρεύειν τοῖς τῆς ἀληθείας ἐλέγχοις, καὶ τὰς κυπριζούσας ἀμπέλους τῆς τούτων βλάβης ἐλευθεροῦν. Τούτων ἡ νύμφη τῶν λόγων ἀκούσασα εὐθύς φησιν· ιϛʹ. Ἀδελφιδοῦς μου ἐμοὶ, κἀγὼ αὐτῷ. Ὥσπερ γὰρ αὐτὸς πάντων με προετίμησεν, οὕτως αὐτὸν ἐγὼ πάντων προτίθημι, καὶ ἑτέρῳ συναφθῆναι οὐκ ἀνέχομαι. Τοὺς ἀλωπέκων προσηγορίαν ὁμοῦ καὶ κακουργίαν περικειμένους βδελύττομαι. Ἄτοπον γὰρ ἀγαπηθεῖσαν, καὶ τοσούτων ἀξιωθεῖσαν, μὴ τοῖς ἴσοις κατὰ τὸ δυνατὸν ἀμείψασθαι τὸν ἀγαπήσαντα. Τούτοις ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου Παύλου Κορινθίοις γραφέν· «Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι.» Τοιοῦτον πάλιν τὸ ὑπ' αὐτοῦ εἰρημένον· «Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.» Τοιοῦτόν ἐστι καὶ τό· «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τοιοῦτόν ἐστι τό· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ λιμός; ἢ διωγμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα;» καὶ τὰ ἑξῆς. Τοιοῦτόν ἐστι καὶ τό· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Τούτοις ἔοικε τὸ ὑπὸ τῆς νύμφης λεγόμενον· «Ἀδελφιδοῦς μου ἐμοὶ, κἀγὼ αὐτῷ.» Σημαίνει δὲ καὶ τίς οὗτος, καὶ τί ποιῶν διατελεῖ, καὶ ποῦ, καὶ πότε, καὶ ἕως πότε. Ὁ ποιμαίνων γὰρ, φησὶν, ἐν τοῖς κρίνοις. (ιζʹ.) Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Προσεκτέον, ὅτι πρῶτον μὲν ἑαυτὸν ὠνόμασε κρίνον ὁ νυμφίος, κατὰ τὸ ἀνθρώπινον λέγων, ὅτι «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλωμάτων.» Δεύτερον δὲ αὐτὴν τὴν νύμφην· «Ὡς κρίνον γὰρ, φησὶν, ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων.» Ἐνταῦθα δὲ καὶ αὐτὴν τὴν πόαν ὠνόμασε κρίνα· «Ὁ ποιμαίνων γὰρ, φησὶν, ἐν τοῖς κρίνοις.» Εὐωδίας γὰρ, φησὶ, πλήρης καὶ ἡ προσφερομένη τοῖς προβάτοις τροφή. Καὶ τοῦτο μὲν κατὰ τοὺς Ἑβδομήκοντα νοητέον· ὁ δὲ Σύμμαχός φησιν· «Οἱ ποιμαίνοντες ἄνθη· ὡς εἶναι δηλονότι αὐτοὺς τοὺς ποιμαίνοντας