Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.112
Not analysed yet
ἄνθη, ἃ ἐκάλεσε κρίνα. «Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί.» Σκιὰς δὲ καλεῖ τὰ ἀνθρώπινα πράγματα. Διὸ καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ὡς σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην.» Καὶ πάλιν· «Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ παράγουσι.» Καὶ ὁ γενναῖος Ἰώβ· «Σκιὰ γάρ ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς.» Οὐδὲν γὰρ μόνιμον, οὐδὲ βέβαιον, οὐδὲ σταθηρὸν, καὶ διαρκὲς, καὶ οἱονεὶ οὐσιῶδες, τοῦ παρόντος βίου τὰ δοκοῦντα τερπνά· οὐ πλοῦτος, οὐ δόξα οὐ δυναστεία, οὐχ ὑγεία σωμάτων, οὐκ εὐμορφία, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ σκιώδη τυγχάνει, ταῖς σκιαῖς παραπλησίως διαλυόμενα. Ποιμαίνει τοίνυν ἡμᾶς ὁ νυμφίος, ἕως ἂν τὸ φλογῶδες τῆς ἡμέρας παρέλθῃ καὶ διαπνεύσῃ τῆς σωτηρίας ἡ δρόσος, καὶ κινηθῶσι μὲν αἱ σκιαὶ, φανῇ δὲ τὰ μέλλοντα διαρκῆ καὶ μόνιμον τὴν ὕπαρξιν ἔχοντα. Ἐπεὶ δὲ ὡς μία εἰσὶ τῷ νυμφίῳ νυμφευθεῖσαι αὐτῷ τετελειωμέναι ψυχαὶ, ἑνικῶς πρὸς αὐτὸν ἀποκρινόμεναί φασιν· «Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ·» ἤγουν, Ὁ ἀγαπητός μου ἐμοὶ κατ' εἰκόνα ὁρᾶται, κἀγὼ αὐτῷ ζῶ, καὶ οὐκ ἐμαυτῇ, κατὰ τὸν μέγαν Ἀπόστολον· «Ὁ ποιμαίνων ἐν τοῖς κρίνοις· ἤγουν, «Ὁ διέπων διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν, ἐν ταῖς μὴ συμπνιγομέναις κατὰ τὰς βιωτικὰς φροντίδας διδασκάλοις ψυχαῖς, τὰ λογικὰ πρόβατα, ἅπερ εἰσὶν οἱ παρ' αὐτῶν διδασκόμενοι. «Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί·» δηλαδὴ, μέχρις ἂν ἐπιστῇ ἡ κατὰ τὸν μέλλοντα ὁλολαμπὴς ἡμέρα καὶ ἄσκιος, καὶ πάντα τὰ παρόντα, ἅπερ εἰσὶν αἱ σκιαὶ τῶν μελλόντων, παρέλθωσι· καθ' ἣν ἡμέραν τὴν ἑαυτοῦ ποίμνην ὁ ποιμὴν ὁ καλὸς εἰς τὰς αἰωνίους ἀναπαύσει μονάς. «Ἀπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη κοιλωμάτων.» Προτρέπει δὲ τὸν νυμφίον ἐνταῦθα τοῖς προειρημένοις ἐοικότα ζώοις ἐπιβῆναι τῶν ἐν τοῖς κοιλώμασιν ὀρῶν, βουλομένη πάντας αὐτοῦ τῆς συνουσίας ἀπολαύειν. «Ὄρη δὲ κοιλωμάτων» ἐνταῦθα προσαγορεύει τοὺς ἐν μέσῳ κοίλων τινῶν καὶ ταπεινῶν τὴν διάνοιαν ὑπερανεστηκότας, καὶ ὑψηλῷ φρονήματι κεχρημένους· καὶ παρακαλεῖ καὶ τούτους ἀπολαῦσαι τῆς τοῦ νυμφίου παρουσίας· ὃ καὶ πεποίηκε τῶν τῆς νύμφης ἀκούσας ἱκετειῶν. Μονωθεῖσα οὖν ἡ νύμφη δυσχεραίνει καὶ ἀνιᾶται, καὶ διηγεῖται ταῖς νεάνισι τὸ πάθος, καί φησιν· ΚΕΦΑΛ. Γʹ. Στίχ. αʹ. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν. Ἐπεκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ