Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.113
Not analysed yet
μου. (βʹ.) Ἀναστήσομαι δὲ, καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐπεκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Γυμνάζων πολλάκις ὁ τῶν ὅλων Θεὸς τῶν εὐσεβῶν τὰς ψυχὰς, πειρασμοῖς ποικίλοις συγχωρεῖ περιπίπτειν, καὶ ποτὲ μὲν ἀπαλλαγὴν αἰτουμένοις δίδωσι, ποτὲ δὲ ἀναβάλλεται τὴν δόσιν, πανταχόθεν ὠφέλειαν τοῖς θιασώταις μηχανώμενος· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Δαβὶδ εἰρημένον· «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ;» Πολλάκις γὰρ, ὡς εἰκὸς, ἱκετεύσας, καὶ ἀπαλλαγὴν τῶν λυπηρῶν αἰτήσας, οὐκ ἔτυχε τῆς δεήσεως· διὸ ἀλύων ὡς διαμαρτὼν, καὶ ἀδημονῶν τοῖς τοιούτοις κέχρηται λόγοις. Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· «Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Καὶ παρακαλεῖ Παῦλος, καὶ οὐ τυγχάνει· τὸ γὰρ μὴ λαβεῖν τὴν αἴτησιν ὠφελιμώτερον ἦν. Διὸ διδασκόμενος ὃ ἠγνόει, μεθ' ἡδονῆς τὸ μὴ λαβεῖν ἃ ᾔτηκε δέχεται· καὶ βοᾷ λέγων· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Καὶ Ἠλίας δὲ ὁ πάνυ δειλιάσας τῆς Ἰεζάβελ τὰς ἀπειλὰς, ἀποδιδράσκει μὲν εἰς τὴν ἔρημον, ζητεῖ δὲ τὸν ἐπίκουρον· καὶ καταλιπὼν αὐτὸν πρὸς ὀλίγον ἐγγυμνασθῆναι τῷ φόβῳ ὁ σοφὸς τῶν εὐσεβῶν παιδοτρίβης τε καὶ ἀγωνοθέτης, ἐπιφαίνεται αὐτῷ, καὶ ὡς ἀγνοῶν πυνθάνεται τῆς φυγῆς τὴν αἰτίαν, οὐκ ἐπιτωθάζων αὐτῷ, ἀλλὰ διδάσκων τῆς φυγῆς τὴν οἰκονομίαν, καὶ παιδεύων εἶναι συγγνώμονα, ἀνθρωπείαν φύσιν περικείμενον, καὶ ὑπὸ τῶν ταύτης παθῶν πολεμούμενον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἀναδραμεῖν καιρός. Ἐνταῦθα γὰρ ἡ νύμφη, τοῦ νυμφίου πρὸς βραχὺ χωρισθέντος, ἐπιζητεῖ μὲν αὐτὸν ἐν τῇ κοίτῃ, καὶ τοῦτο οὐ μεθ' ἡμέραν, ἀλλὰ νύκτωρ· οὐχ εὑρίσκει δὲ αὐτὸν ἀναπαυόμενον. Καὶ ταῦτα οὐ μόνον ζητοῦσα, ἀλλὰ καὶ καλοῦσα. Ἀνίσταται δὲ, καὶ περινοστεῖ τὴν πόλιν, τὰς ἀγορὰς, τὰς πλατείας· ὁ γὰρ πόθος ἠνάγκαζε, καὶ μένειν οἴκοι ἡ τῆς ἀγάπης οὐ συνεχώρει φλόξ· περιτυγχάνει δὲ καὶ τοῖς τῆς πόλεως φύλαξι καὶ πυνθάνεται αὐτῶν, λέγουσα· γʹ, δʹ. Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; Ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. Αὐτοῦ τὸ κατ' ἐνέργειαν εὐεργετικὸν, καὶ τὸ κατ' οὐσίαν ἄτρεπτον.