Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.116
Not analysed yet
Τί δὲ οὗτος ἂν τὴν οὐσίαν εὐεργετικός ἐστι, καὶ ἄτρεπτος, οὐκ ἠδυνήθην εὑρεῖν; Κἂν γὰρ ἀγαθὸν καὶ ἀλήθειαν ἐντεῦθεν ἐκάλεσα αὐτὸν, οὐχ ὑπήκουσέ μου, ἐπειδὴ καὶ ὑπὲρ ταῦτά ἐστιν· ὅτι τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν ἐστιν ὄνομα· καὶ αὕτη μὲν τὸν ἀγαπητόν μου, ὡς εἴρηκα, οὔπω ἠδυνήθην εὑρεῖν· οἱ δὲ ἅγιοι ἄγγελοι εὕροσάν με, οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· εὕροσαν δέ με ἐν τῷ καθαίρειν με διὰ πράξεως, καὶ φωτίζειν διὰ θεωρίας, τὴν διὰ κακίαν καὶ ἄγνοιαν ἀπολωλυῖαν, καὶ μαθήτριαν τῶν πνευμάτων τῆς πονηρίας γεγενημένην ποτὲ, καὶ διὰ τοῦτο τοῖς ἀγαθοῖς τούτοις ἀγγέλοις μὴ πρὸς μαθητείαν εὑρισκομένην· οἳ τηροῦσι πρὸς ἔπαινον ἢ ἔλεγχον ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως τά τε φανερὰ, καὶ ἀφανῆ μου κινήματα, καὶ πᾶν νόημά τε καὶ ποίημα· κἀντεῦθεν ἐν τῷ μή τι τούτων καταλιμπάνειν ἀνεπισκόπευτον, περικυκλοῦσί με, ποιούμενοι ἐν ἐμοὶ, ὡς ἔν τινι πόλει τὰς ἀναστροφάς. Οὕτω δὲ τούτων περιτυχόντων με, φημὶ πρὸς αὐτούς· «Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε;» Ἤγουν, Μὴ ὃν καταλαβεῖν μὲν ἐπόθησα, οὐκ ἠδυνήθην δὲ, κἂν αὐτοὶ, οἱ τοῦτον περιχορεύοντες ὡς λειτουργικὰ πνεύματα, ἐθεάσασθε ὅπως φύσεως ἔχει, ἵνα κἀμὲ ταύτην ἀναδιδάξητε; Ἐπεὶ δὲ καὶ τοῖς ἁγίοις ἀγγέλοις ἀκατάληπτος ὁ νυμφίος τὴν οὐσίαν ἐστὶ, καὶ διὰ τοῦτό μοι ἀπόκρισιν ἐπὶ τοῦ ἐρωτήματος οὐ δεδώκασι, σιωπῇ με διδάξαντες τὸ μηδὲ τούτοις αὐτὸν εἶναι καταληπτὸν, κτιστοῖς οὖσι τὸν ἄκτιστον, παρῆλθον καὶ ἀπ' αὐτῶν, τὸν ποθούμενόν μοι ἀναζητοῦσα. Καὶ ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· «Ἐκράτησα αὐτόν.» Ἤτοι ὡς βραχὺ, διὰ μόνον τὸ κτιστὸν νῷ καὶ αὐτὴν τὴν ἀγγελικὴν φύσιν διέβην, ἵνα τὸν ἄκτιστον εὕρω τὸν ἀγαπητόν μου, ὡς εὐεργέτην μου, πίστει μόνῃ κατέσχον αὐτόν· πάντα τὰ ὄντα διεξελθοῦσα, καὶ ἀπ' αὐτῆς βεβαιωθεῖσα τῆς πείρας, ὅτι ὁ πάντων αἴτιος, ὑπὲρ πάντα τὰ ὄντα ἐστὶ, καὶ ἐν οὐδεμιᾷ φύσει, εἴτε αἰσθητῇ, εἴτε νοητῇ, καθ' οὐσίαν ὁρᾶται, ὑπερούσιος ὤν. Οὕτως οὖν πάντα τὰ ὄντα διεπέρασα, ζητοῦσα τὸν ἐμοὶ ποθεινότατον νυμφίον εἰσοικίσασθαι. «Καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με.» Ἤγουν οὐκ ἐπαυσάμην ζητεῖν τὸν ἐμὸν ἐραστὴν, ἕως οὗ εἰσῳκισάμην αὐτὸν εἰς νοῦν, ὃς οἶκος μὲν τῆς δίκην μητρὸς αἰτίας πάντων Θεοῦ σοφίας ἐστὶν, ὡς ταύτης διὰ τὸ καθ' ὁμοίωσιν χωρητικός· ταμιεῖον δὲ πάλιν αὐτῆς, ὡς τοὺς ἀποκρύφους ταύτης θησαυροὺς διὰ τὸ κατ' εἰκόνα ἔχον ἀποθέτους ἐν ἑαυτῷ· ἥτις με σοφία συνέλαβεν, ὡς πρὸ καταβολῆς κόσμου τὴν ὑπεράγαθον περὶ ἐμὲ βούλησιν ἔχουσα· διὸ καὶ δι' ἐμὲ τὴν ἀνθρωπείαν πάντως φύσιν, τό τε δὲ τὸ πᾶν, ὑπεστήσατο· «Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν.» Καὶ μικρὸν τούτους διαδραμοῦσα, λέγει αὐτὸν εὑρηκέναι, καὶ μὴ