Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.117
Not analysed yet
ἐάσαι, ἕως οὗ αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης αὐτήν. Πόλιν δὲ καλεῖ τὸν τοῦ Θεοῦ οἶκον, ἣν ἐκκλησίαν προσαγορεύομεν· ἀγορὰς δὲ καὶ πλατείας, τὰς θείας Γραφάς· φύλακας δὲ τῆς πόλεως, τοὺς ἁγίους προφήτας καὶ τοὺς ἱεροὺς ἀποστόλους, ὧν ἡ εὐσεβὴς πυνθάνεται ψυχὴ τὸν θεῖον λόγον ἐπιποθοῦσα. Μεθ' οὓς εὑρίσκει τὸν νυμφίον ὑπό τινων δορυφόρων ἢ ῥαβδοφόρων δορυφορούμενον, καὶ ἐπιλαβομένη κατέχει, καὶ καταλιπεῖν οὐκ ἀνέχεται, ἕως ἂν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης αὐτὴν εἰσαγάγῃ αὐτόν. Μητέρα δὲ τῶν εὐσεβῶν ἴσμεν τὴν ἄνω Ἱερουσαλὴμ, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Ὑπισχνεῖται τοίνυν ἡ νύμφη ἐπιλαβομένη τοῦ νυμφίου, μὴ καταλείψειν αὐτὸν, ἕως ἂν εἰς τὸν νυμφῶνα καὶ τὴν παστάδα τὴν εὐτρεπισμένην καταταυτὸν εἰσέλθωσι. Ταῦτα διηγησαμένη ταῖς νεάνισι, πάλιν αὐτὰς εἰς τὸν ὅμοιον προτρέπει πόθον, καί φησιν· εʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. Δῆλα δὴ ταῦτα ἐκ τῶν ἐν τῇ ἀρχῇ τοῦδε τοῦ λόγου ἑρμηνευομένων· δὶς γὰρ αὐταῖς ἐπιφέρει τοῦτον τὸν ὅρκον, ἐνθεῖναι αὐταῖς θερμὴν τὴν ἀγάπην τοῦ νυμφίου προαιρουμένη. Ταῦτα τῆς νύμφης εἰρηκυίας, καὶ κάλλος ἄῤῥητον ἐκ τῆς τοῦ νυμφίου περιλήψεως εἰληφυίας, ἐκπληττόμεναι αἱ θεῖαι δυνάμεις φασίν. ϛʹ. Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, στελέχη καπνοῦ ὡς τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ, Ὥσπερ γὰρ τὸν νυμφίον ὁρῶντες, μετὰ τὴν τοῦ διαβόλου νίκην καὶ τὴν τοῦ θανάτου κατάλυσιν, εἰς οὐρανοὺς ἀνιόντα, θαυμάζουσι καὶ λέγουσι· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» καὶ μανθάνουσιν, ὅτι «Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ·» καὶ μανθάνειν ἀκριβέστερον βουλόμεναι πάλιν ἐρωτῶσι· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» καὶ ἀκούουσιν, ὅτι «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης·» οὕτως ἐνταῦθα τῆς νύμφης τὴν ὥραν θαυμάζοντές φασιν· «Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου;» Ἔρημον δὲ καλοῦσι τῶν ἀνθρώπων τὴν φύσιν, διὰ τὴν προτέραν ἀσέβειαν. Διὸ καὶ ὁ Ἡσαΐας βοᾷ· «Εὐφράνθητι, ἔρημος διψῶσα· εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Ὥσπερ δὲ ἐνταῦθα ἐκπλήττονται, ὅτι τοσοῦτον κάλλος ἐκ τῆς ἐρήμου βεβλάστηκεν· οὕτως ἐν τῇ Ἡσαΐου προφητείᾳ θαυμάζουσι τὸν νυμφίον ὁρῶντες, καὶ λέγουσι, «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;»