Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.120
Not analysed yet
Σημαίνει δὲ τὸ μὲν Ἐδὼμ τὴν γῆν, τὸ δὲ Βοσὸρ τὴν σάρκα. Καὶ ἐκπληττόμενοι αὐτοῦ τὸ κάλλος βοῶσιν Οὗτος ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος. Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; Καί φασιν· «Ἐν σώματι ὢν λάμπει.» Στολὴν αὐτοῦ τὸ σῶμα προσηγορεύκασι· καὶ βίαιον ἔχει τὸ κάλλος, ἅπαντας τοὺς ὁρῶντας βιαζόμενον. Οὕτω ἐνταῦθα ἐκπλήττονται, οὐ μόνον ὅτι καλὴ ἡ νύμφη, ἀλλ' ὅτι καὶ ἀπὸ τῆς ἐρήμου ἀναβαίνουσα, τουτέστιν ἀπὸ βάθους εἰς ὕψος ἀνερχομένη, καὶ ἀπὸ τῶν ταπεινῶν ἐπὶ τὰ μετέωρα βαδίζουσα. «Καὶ ἔοικε, φησὶ, στελέχῃ καπνοῦ τεθυμιαμένῃ.» Ἀσαφὴς μὲν ἡ συνθήκη· τῇ γὰρ Ἑβραίων γλώττῃ δουλεύσαντες οἱ Ἑβδομήκοντα οὐκ ἐσαφήνισαν τὴν διάνοιαν· ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος τὴν ἔννοιαν ἡμῖν παρεδήλωσαν εἰρηκότες, «Ὡς ὁμοίωσις καπνοῦ ἀπὸ θυμιάματος.» Μιμεῖται δὲ καὶ στελέχην πολλάκις θυμιάματος καπνὸς ἐν τῷ ἀέρι οἱονεὶ τυπούμενος. Καὶ εἰκότως αὐτὴν καπνῷ θυμιάματος ἐοικέναι φασὶ, τὴν κατὰ τὸν μακάριον Παῦλον παραστήσασαν τὰ μέλη αὐτῆς θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καὶ προσφέρουσαν διηνεκῶς τὴν τῆς αἰνέσεως θυσίαν, καὶ τὰ μέλη αὐτῆς τὰ ἐπὶ τῆς γῆς νεκρώσασαν, καὶ τῷ Χριστῷ συνταφεῖσαν, καὶ ὁλοκαύτωσιν ἑαυτὴν τῷ Θεῷ προσκομίσασαν. Διδάσκουσι δὲ καὶ ποίῳ αὐτὴν καπνῷ θυμιάματος ἀπείκασαν· σμύρναν γάρ φασι καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ. Δῆλον δὲ ὅτι λίβανος μὲν Θεῷ κατὰ τὸν Μωσαϊκὸν ἀπονενέμηται νόμον· ἡ δὲ σμύρνα νεκρῶν ἐστι σωμάτων ἀλοιφή. Σημαίνουσι τοίνυν διὰ τούτων τῶν ὀνομάτων οἱ τῆς νύμφης τὸ κάλλος θαυμάζοντες, ὅτι διὰ τοῦτό ἐστιν εὐώδης, καὶ ἀτμῷ θυμιάματος ἀπεικασμένη, ὅτι καὶ τὴν ἀνθρωπότητα καὶ τὴν θεότητα προσκυνεῖ, καὶ τῷ θανάτῳ πιστεύουσα, καὶ τὴν πρὸ τῶν αἰώνων ὕπαρξιν ὁμολογεῖ. Ἀπὸ πάντων τοίνυν τῶν κονιορτῶν τοῦ μυρεψοῦ θαυμάζουσιν αὐτῆς τὴν σμύρναν, καὶ τὸν λίβανον. Ἔχει μὲν γὰρ καὶ τὰς ἄλλας ἀρετὰς οἷον ἀπό τινος μυρεψοῦ τῆς θείας Γραφῆς ταύτας συλλέγουσα· ἐξαίρετα δὲ αὐτῆς ἡ σμύρνα καὶ ὁ λίβανος, τουτέστιν ἡ θεολογία τε καὶ οἰκονομία. Οὕτω τῆς νύμφης τὸ κάλλος θαυμάσαντες, διηγοῦνται αὐτῇ τοῦ νυμφίου τὸν πλοῦτον, καί φασιν· ζʹ, ηʹ. Ἰδοὺ ἡ κλίνη τοῦ Σολομὼν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνατῶν Ἰσραήλ. Πάντες κατέχοντες ῥομφαίας, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ, ἀπὸ θάμβους ἐν νυξίν. Ζητητέον δὲ πρὸ πάντων, τί δήποτε Σολομῶντα τὸν νυμφίον προσαγορεύουσι· τὸ, Σολομῶν, εἰρηνικὸς προσαγορεύεται· καὶ τοῦτο ἐν ταῖς Παραλειπομέναις ἔστιν εὑρεῖν· φησὶ γὰρ ὁ Θεὸς πρὸς βουληθέντα τὸν Δαβὶδ τὸν νεὼν