Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.121
Not analysed yet
οἰκοδομῆσαι· «Ἰδοὺ υἱὸς τίκτεταί σοι· οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σολομών ὄνομα αὐτῷ· καὶ εἰρήνην, καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν, καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ ἑτοιμάσω τὸν θρόνον τῆς βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος.» Εὔδηλον δὲ ὅτι Σολομὼν τετελεύτηκεν οὐδὲ πολὺν βιώσας χρόνον, καὶ ὅτι ὁ θρόνος αὐτοῦ τέλος ἔλαβεν. Σολομῶντα τοίνυν προσαγορεύει τὸν εἰρηνικὸν ἡμῶν Κύριον, περὶ οὗ φησιν ὁ μακάριος Παῦλος· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Διὸ καὶ ὁ μακάριος Δαβὶδ Εἰς Σολομῶντα μὲν ἐπιγράφει τὸν οαʹ ψαλμὸν, τὰ δὲ τοῦ Σωτῆρος ἡμῶν ἐν αὐτῷ διηγεῖται κατορθώματα. «Κρινεῖ γὰρ, φησὶ, τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.» Οὔτε δὲ τῷ ἡλίῳ συμπαραμεμένηκε Σολομὼν, οὔτε πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἀλλὰ ταῦτα ἁρμόττει τῷ ἐκ Σολομῶντος βλαστήσαντι Ἰησοῦ Χριστῷ κατὰ τὸ ἀνθρώπινον· ὃς πρὸ τῶν αἰώνων ὑπάρχων, «Κατέβη ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» Πόκον δὲ ἐνταῦθα τὴν Παρθένον προσηγόρευσε. Καθάπερ γὰρ ὑετὸς ἐπὶ πόκον ἀψοφητὶ κάτεισιν, οὕτως ὁ σωτήριος ἐκεῖνος τόκος πάντων ἀνθρώπων ἀγνοούντων ἐγένετο. Τούτοις ἐπιφέρει· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης· ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης,» καὶ τὰ ἑξῆς ἅπαντα τῆς αὐτῆς διανοίας ἐχόμενα· οὐ γὰρ νῦν καιρὸς τὸν ψαλμὸν ἑρμηνεύειν. Ἕως δὲ τῶν περάτων τῆς οἰκουμένης οὐχ ὁ Σολομὼν ἐκυρίευσεν, ἀλλ' ὁ ἐκ Σολομῶντος βλαστήσας κατὰ τὸ ἀνθρώπειον Ἰησοῦς Χριστὸς, καὶ Σολομὼν προσαγορευόμενος διὰ τὸ εἰρηνικὸν καὶ πρᾶον, καὶ εἰρήνης παρεκτικόν. Ἐπειδὴ τοίνυν τίς ὁ Σολομὼν μεμαθήκαμεν, φέρε τῆς ἑρμηνείας ἁψώμεθα. «Ἰδοὺ ἡ κλίνη τοῦ Σολομών.» Κλίνην τοῦ νυμφίου τὰς θείας νοήσωμεν Γραφάς. Ἐν ἐκείναις γὰρ οἱονεὶ συνανακλινομένη ἡ νύμφη τῷ νυμφίῳ, καὶ τὰ τῆς διδασκαλίας σπέρματα δεχομένη, συλλαμβάνει, καὶ κύει, καὶ ὠδίνει, καὶ τίκτει τὴν πνευματικὴν ὠφέλειαν, ὡς βοᾷν μετὰ τοῦ προφήτου· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» —«Ἑξήκοντα, φησὶ, δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνατῶν Ἰσραήλ. Πάντες κατέχοντες ῥομφαίας, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν