Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.124
Not analysed yet
μηρὸν αὐτοῦ, ἀπὸ θάμβους ἐν νυξίν.» Τὸν ἑξήκοντα ἀριθμὸν ἐνταῦθα κεῖσθαι ἡγοῦμαι οὐκ ἐπὶ ταύτης τῆς ποσότητος, ἀλλὰ τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαντας ἁγίους τούτῳ δηλοῦσθαι τῷ ὀνόματι. Τὸν μὲν γὰρ δέκα τέλειον εἶναί φασιν ἀριθμόν· τὸν δὲ ἓξ τοῖς ὑπὸ νόμον ἁρμόττοντα. «Ἓξ γὰρ, φησὶν, ἡμέραις ἐργᾷ.» Τοὺς ἐν νόμῳ τοίνυν τελειωθέντας κύκλῳ τῆς κλίνης ἑστάναι φασὶν, ἀπὸ μὲν τοῦ Ἰσραὴλ τὸ γένος κατάγοντας, δυνατοὺς δὲ ὄντας ὑπὲρ ἅπαντας, καὶ ῥομφαίαν κατέχοντας, καὶ πολεμικὴν ἐμπειρίαν εἰδότας, καὶ ἄλλας ῥομφαίας ἐπὶ τῶν μηρῶν φερομένους. «Ἀπὸ θάμβους, φησὶν, ἐν νυξίν.» Σαφέστερον δὲ ὁ Σύμμαχος τοῦτο πεποίηκεν εἰρηκὼς, «διὰ φόβους νυκτερινούς.» Οὗτοι, φησὶν, οἱ δυνατοὶ περιέπουσιν αὐτοῦ τὴν κλίνην, διὰ τὰς τῶν ἐναντίων ἐπιδρομὰς τὴν νύμφην φυλάττοντες. Δύο δὲ ῥομφαίας ἐπιφέρονται, τὴν μὲν ἐν τῷ μηρῷ, τὴν δὲ ἐν τῇ χειρί· τὸν ἐλεγκτικὸν λόγον, καὶ τὸν κεκρυμμένον καὶ μυστικόν· καὶ τὸν μὲν ἐλεγκτικὸν ἐν προχείρῳ, τὸν δὲ μυστικὸν, ἐν ταμιείῳ ἔνδον ἐν τῷ κολεῷ. θʹ, ιʹ. Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σολομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου. Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον· ἐπίβασις αὐτοῦ πορφυρᾶ· ἐντὸς αὐτοῦ λιθόστρωτον· ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ. Πάλιν ἐνταῦθα φορεῖον τοὺς ἁγίους νοήσωμεν ἀποστόλους, βαστάσαντας τὸ ὄνομα Κυρίου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· καὶ γὰρ περὶ τοῦ μακαρίου Παύλου τοῦτο τῷ Ἀνανίᾳ φησὶν ὁ Χριστός· «Πορεύου ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.» Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος Παῦλος βοᾷ· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Τούτους δὲ καὶ ἵππους ὁ μακάριος Ἀββακοὺμ ὀνομάζει· «Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.» Καὶ πάλιν· «Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.» Θάλασσαν δὲ καλεῖ τὰ ἔθνη, ἃ τότε τῶν ἀποστόλων κηρυττόντων διεταράττετο· διὸ καὶ οἱ ἀπιστοῦντες περὶ αὐτῶν ἔλεγον· «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων.» Οὒς ὁ Ἀββακοὺμ τοίνυν ἵππους ὠνόμασε, τούτους φορεῖον ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων προσαγορευομένους εὑρίσκομεν. «Ἐποίησε τοίνυν ἑαυτῷ φορεῖον ὁ βασιλεὺς Σολομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου.» Λίβανον τὴν Ἱερουσαλὴμ, καὶ τὴν Ἰουδαίων πληθὺν, ἡ θεία πολλάκις προσαγορεύει Γραφή· καὶ τοῦτο ἐν τοῖς προοιμίοις τοῦ λόγου ἐκ προφητικῶν ἀπεδείξαμεν συγγραμμάτων. Ἐπειδὴ τοίνυν ἐξ ἐκείνων κατῆγον τὸ γένος οἱ μακάριοι ἀπόστολοι,