Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.125
Not analysed yet
εἰκότως φησὶ τὸ φορεῖον ἀπὸ ξύλων τοῦ Λιβάνου κατεσκευάσθαι. Τοὺς δὲ στύλους αὐτοῦ, φησὶν, ἐποίησεν ἀργύριον. Εὑρίσκομεν δὲ αὐτοὺς καὶ στύλους ὀνομασθέντας· ὁ γὰρ μακάριος Παῦλος Γαλάταις γράφων φησί· «Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.» Φασὶ δὲ καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον εἶναι. Δηλοῖ δὲ τὸ εὐαγγελικὸν κήρυγμα, ᾧ ὁ θεῖος ἐπαναπαύεται λόγος. «Ἐπίβασις αὐτοῦ πορφυρᾶ·» τοῖς μὲν γὰρ ἀρχομένοις τὸ βασιλεύεσθαι πρέπει, τοῖς δὲ τετελειωμένοις νυμφοστολεῖσθαι. Καὶ ἐντὸς αὐτοῦ λιθόστρωτον· μαργαρίταις γὰρ ἔοικε, καὶ λίθοις τιμίοις, τὰ θεῖα λόγια, κατὰ τὸν εἰπόντα προφήτην· «Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.» Καὶ πάλιν· «Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.» Καὶ «Ἡ βασιλεία δὲ τῶν οὐρανῶν ἔοικε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας.» Καὶ ἀλλαχοῦ δέ φησι· «Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Τοιοῦτον εἶναι τὸ φορεῖον τοῦ βασιλέως ἀποδείξασαι, προτρέπουσι τὰς θυγατέρας Ἱερουσαλὴμ εἰς θεωρίαν ἐξελθεῖν τοῦ νυμφίου, ἰδεῖν τὸν προκείμενον αὐτῷ στέφανον, καί φασιν· ιαʹ. Ἐξέλθετε, καὶ ἴδετε Σολομὼν, θυγατέρες Σιὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Δηλοῦσι δὲ, ἵνα συντόμως καὶ σαφῶς τὴν ἑρμηνείαν προσαγάγωμεν τὸ μῆκος φυγόντες· «Ὦ θυγατέρες Ἱερουσαλὴμ καὶ Σιών.» Σιὼν δὲ πάλιν τὴν ἐπουράνιον ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Παῦλος λέγων· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» —»Ὑμεῖς τοίνυν, φασὶν, ὦ θυγατέρες Σιὼν καὶ Ἱερουσαλὴμ, ἐξέλθετε, καὶ ἴδετε·» ἀμήχανον γὰρ ἡμᾶς ἰδεῖν μὴ ἔξω τῶν βιωτικῶν γενομένους πραγμάτων. Βλέπετε τὸν βασιλέα τὴν ἀγάπην ἐστεφανωμένον· οὕτως γὰρ ἠγάπησε τὸν κόσμον, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Οὕτως ἠγάπησε τὸν κόσμον, ὅτι ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· καὶ ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Διό φησι· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Οὕτω τοίνυν ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. Μητέρα δὲ τὴν Ἰουδαίαν καλεῖ κατὰ τὸ ἀνθρώπειον, ἥτις αὐτῷ