Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.128
Not analysed yet
τοῦτον ἄκουσα τὸν στέφανον δέδωκεν. Αὕτη μὲν γὰρ αὐτὸν ἐστεφάνωσε ταῖς ἀκάνθαις, ὡς ἀτιμάζουσα· αὐτὸς δὲ διὰ τῶν ἀκανθῶν τὸν τῆς ἀγάπης ἐδέχετο στέφανον. Ἑκὼν γὰρ τὴν ἀτιμίαν ὑπέφερε, καὶ ἐθελοντὶ τῷ πάθει προσήρχετο· διὸ καὶ νυμφεύσεως ἡμέραν ἐκείνην ἐκάλεσε, καὶ ἡμέραν εὐφροσύνης καρδίας αὐτοῦ. Κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἡ τοῦ γάμου γέγονε κοινωνία. «Μετὰ γὰρ τὸ δεῖπνον λαβὼν, φησὶν, ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· Λάβετε, φάγετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Οἱ τοίνυν ἐσθίοντες τοῦ νυμφίου τὰ μέλη, καὶ πίνοντες αὐτοῦ τὸ αἷμα, τῆς γαμικῆς αὐτοῦ τυγχάνουσι κοινωνίας. Διὰ τοῦτο τὰς θυγατέρας Σιὼν καὶ Ἱερουσαλὴμ προτρέπουσιν οἱ τοῦ νυμφίου διάκονοι, ὅτι Ἐξέλθετε, καὶ ἴδετε τὸν τῆς ἀγάπης αὐτοῦ στέφανον, ᾧ κατεκόσμησεν αὐτὸν παρὰ γνώμην ἡ τεκοῦσα αὐτὸν Ἰουδαία, καὶ ἐστεφάνωσεν αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς νυμφεύσεως αὐτοῦ. Τούτων οὕτως ὑπ' ἐκείνων εἰρημένων, πάλιν ὁ νυμφίος τῇ νύμφῃ διαλεγόμενός φησιν· ΚΕΦΑΛ. Δʹ. αʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραὶ, ἐκτὸς τῆς σιωπήσεώς σου. Τὸ κάλλος αὐτῆς ἐκπληττόμενος δεύτερον λέγει τό· «Ἰδοὺ εἶ καλή.» Εἶτα κατὰ μέρος αὐτῆς διαγράφει τὴν ὥραν· καὶ τοὺς μὲν ὀφθαλμοὺς ὀνομάζει περιστερὰς, τὴν πνευματικὴν αὐτῶν ἐπαινῶν θεωρίαν· καὶ ὅτι οὐ περὶ τὰ αἰσθητὰ κεχήνασιν, ἀλλὰ τὰ ἄνω ζητοῦσιν, «οὗ ὁ Χριστός ἐστι, κατὰ τὸν Παῦλον, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Θαυμάζει δὲ αὐτῆς καὶ τὴν εὔκαιρον σιωπήν. Εὑρίσκομεν γὰρ καὶ παρὰ τοῖς παλαιοῖς ἀνδράσι ταύτην ἐπαινουμένην· διὸ καὶ ἐν Ψαλμοῖς ἀκούομεν· «Ἐθέμην φυλακὴν τῷ στόματί μου ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.» Καὶ ψάλλοντες λέγομεν· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» Καὶ τὸν Κύριον εὑρίσκομεν, κατὰ τὴν Ἡσαΐου προφητείαν, οὐκ ἀνοίγοντα αὑτοῦ τὸ στόμα ἐν τῇ ταπεινώσει αὑτοῦ, καὶ, κατὰ τὴν τῶν Εὐαγγελίων ἱστορίαν, ἐρωτώμενον ὑπὸ Πιλάτου, καὶ μὴ ἀποκρινόμενον. Ἐπαινεῖ τοίνυν τῆς νύμφης ὁ νυμφίος τὴν εὔκαιρον σιωπὴν, ἅτε δὴ καὶ αὐτὸς εἰς καιρὸν ταύτῃ χρησάμενος. Ἐπαινεῖ δ' αὐτῆς καὶ τρίχας· θαυμάζει καὶ τοὺς ὀδόντας, καί φησι· Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τῆς Γαλαάδ. (βʹ) Ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἳ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Οὔτε δὲ τρίχας τὰς τρίχας