Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.129
Not analysed yet
νοητέον, οὔτε ὀδόντας τοὺς ὀδόντας· ἀλλὰ τρίχας μὲν τὸ οἱονεὶ περιττὸν καὶ σωματικὸν τῆς νύμφης· νεκραὶ γὰρ αἱ τρίχες, καὶ ἀναίσθητοι· δηλοῖ δὲ, ὅτι Καὶ ἐν οἷς ἀνάγκη τοῖς ἀνθρωπίνοις ἐπιμίγνυσθαι πράγμασι, καὶ ἐν ἐκείνοις τὸ ἐπαινετὸν ἔχεις, καὶ κόσμιον, καὶ ἔοικας τῇ ἀγέλῃ τῶν αἰγῶν, τῇ ἐν τῷ ὄρει Γαλαὰδ νεμομένῃ, καὶ διὰ τὸ ὕψος τοῦ ὄρους ἐπισήμῳ γινομένῃ. Περὶ δὲ τούτου τοῦ ὄρους ὁ προφήτης Ἱερεμίας φησί· «Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ;» Καὶ ζητητέον, μήποτε τὴν τῶν αἰγῶν ἀγέλην τοὺς ἐξ ἁμαρτίας τῇ μετανοίᾳ προσιόντας, καὶ διὰ τοῦτο ἐν τῷ Γαλαὰδ ὄρει νεμομένους, ἵνα φαρμάκων θεραπευτικῶν καὶ ἰατρείας τύχωσιν, ἐνταῦθα ὁ λόγος αἰνίττεται, καὶ δηλοῖ ὅτι τὰ εὐτελῆ τῆς νύμφης, καὶ τὰ ἔσχατα αὐτῆς μόρια, καὶ τὰ οἱονεὶ νεκρὰ καὶ ἀναίσθητα, τοῖς ἐκείνης τῆς ἀγέλης παραβάλλεται κατορθώμασιν. Οἱ ὀδόντες σου δὲ οὕτως εἰσὶ καθαροὶ, καὶ πάσης περιττῆς διαλέξεως ἀπηλλαγμένοι, εὐτραπελίας τε καὶ μωρολογίας, ψευδολογίας τε καὶ αἰσχρολογίας, ὡς ἐοικέναι ταῖς ἀγέλαις τῶν κεκαρμένων, καὶ τὸ περιττὸν ἀποθεμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ. Ἡγοῦμαι δὲ τὰς τῶν κεκαρμένων ἀγέλας τοὺς διὰ τοῦ βαπτίσματος τὴν ἁμαρτίαν ἀποκειραμένους, «Καὶ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,» κατὰ τὸν μακάριον Παῦλον, καθαρθέντας, παραδηλοῦν τὸν νυμφίον· οὕτως γὰρ, φησὶ, διέμεινας καθαροὺς ἔχουσα τοὺς ὀδόντας, καὶ ῥύπου λόγων πονηρῶν ἀπηλλαγμένους, ὡς ἐοικέναι σε τοῖς ἀρτίως τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοις. Ἐκεῖναι δὲ αἱ ἀγέλαι πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς· οὐ γὰρ ἀπεικάζω σε τοῖς μετὰ τὸ σωτήριον βάπτισμα παλινδρομοῦσι πρὸς τὴν κακίαν· ἀλλὰ τοῖς τὴν δοθεῖσαν αὐτοῖς φυλάττουσι δωρεὰν, καὶ τὴν διπλῆν ἀρετὴν γεννῶσι, τήν τε ἐν θεωρίᾳ, τήν τε ἐν πράξει. Οὕτως ταῦτα τῆς νύμφης ἐπαινέσας τὰ μόρια, ἐπὶ λοιπὰ χωρεῖ, καί φησιν· γʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. Διὰ τοῦ κοκκίνου σπαρτίου ἀναμιμνήσκει αὐτὴν τῆς τὸν τύπον αὐτῆς πληρωσάσης ἐν Παλαιᾷ Διαθήκῃ Ῥαὰβ τῆς πόρνης. Καὶ γὰρ ἐκείνη τοὺς ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατασκόπους ἀποσταλέντας ὑποδεξαμένη, δι' αὐτῶν τῆς αἰωνίου ζωῆς ἀξία γεγένηται· καὶ ἐκείνη δὲ σημεῖον ἔλαβε τῆς σωτηρίας τὸ σπαρτίον τὸ κόκκινον· τοῦτο διὰ τῆς θυρίδος χαλάσαι προσταχθεῖσα, ἵνα τῶν Ἰσραηλιτῶν εἰς τὴν πόλιν εἰσεληλυθότων, φανὲν τὸ σημεῖον τῶν ἀναιρούντων αὐτὴν ἀπαλλάξῃ, καὶ τὴν σωτηρίαν αὐτῇ προξενίσῃ. Τοῦτο τὸ σημεῖον ὁ νυμφίος ἐν τῷ στόματι τῆς νύμφης, οἷον ἐν τῇ θυρίδι κείμενον θεωρεῖ, καί φησιν· «Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία.» Ἐδέξατο γὰρ τὴν ἀπὸ τοῦ αἵματός μου βαφὴν, καὶ προφέρει λόγους ἀληθείας, οἷόν τινι σπαρτίῳ τοὺς ἀκροατὰς ἁλιεύοντάς