Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.132
Not analysed yet
τε καὶ δεσμοῦντας· κατακηλεῖ γὰρ αὐτοὺς ἡ ὡραία σου λαλιὰ, καὶ καταθέλγει, καὶ ἀναχωρεῖν οὐκ ἐᾷ, ἀλλὰ τοῖς σοῖς χείλεσι προσεδρεύειν βιάζεται. Ἐπαινεῖ αὐτῆς καὶ τὸ μῆλον τῆς ὄψεως· «Ὡς λέπυρον γὰρ, φησὶ, τῆς ῥοᾶς μῆλόν σου, ἐκτὸς τῆς σιωπήσεώς σου.» Σημαίνει δὲ τὸ ἐξ αἰδοῦς ἐρύθημα ἐγγινόμενον αὐτῇ· δι' ἣν καὶ εὐκαίρως σιωπᾷ, κρύπτουσα εὐκαίρως τοὺς μυστικωτέρους λόγους, ὡς λέπυρον τῆς ῥοᾶς τοὺς κόκκους. δʹ. Ὡς πύργος Δαβὶδ ὁ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς Θαλφειώθ. Χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. Τὸ δὲ Θαλφειὼθ ὁ μὲν Ἀκύλας ἐπάλξεις ὠνόμασεν· ὁ δὲ Σύμμαχος, ὕψη. Καθάπερ τοίνυν, φησὶν, ὁ ὑπὸ τοῦ Δαβὶδ οἰκοδομηθεὶς πύργος ὑπερέχει τὰς ἐπάλξεις, ἐφ' ὧν ᾠκοδόμηται, καὶ ὑψηλός ἐστι, καὶ περιφανὴς, οὕτως ὁ σοὶ τράχηλος ὑψηλός ἐστι, καὶ μετέωρος, τὰ ἄνω περισκοπῶν, τὰ ἄνω περιπολῶν. Οὐ γὰρ κέχηνεν εἰς γῆν τοῖς ἀλόγοις παραπλησίως, οὐδὲ εἰς γαστέρα νένευκε, τοὺς χοίρους μιμούμενος, ἀλλὰ μετάρσιός ἐστι, καὶ μετέωρος, καὶ χιλίους θυρεοὺς φέρων, καὶ πάσας τῶν δυνατῶν τὰς βολίδας. Ὁ δὲ ἀριθμὸς οὐκ ἐπὶ ῥητῆς ποσότητος, ἀλλ' ἐπὶ πλήθους τέτακται· ἔχει γὰρ ὁ τράχηλός σου, ὁ τὴν κεφαλήν σου φέρων καὶ τὸ στόμα, πάσας τὰς τῶν ἄλλων διδασκαλίας, τροπικῶς βολίδας ὀνομαζομένας, αἷς τοὺς ἐναντίους ἅπαντας καταγωνίζῃ. Ἔχει καὶ θυρεοὺς πολλοὺς, οἷς περιφράττῃ, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ σβεννύεις βέλη· περίκεισαι γὰρ τὴν παντευχίαν τοῦ πνεύματος, καὶ ῥᾳδίως τιτρώσκεις τοὺς ἀντιδιατιθεμένους, πάσας τῶν δυνατῶν τὰς βολίδας ἔχουσα· καὶ νῦν μὲν αὐτοὺς διὰ προφητῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων ἐλέγχουσα, καὶ γυμνοῦσα αὐτῶν τὴν ἀσθένειαν. εʹ, ζʹ. Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος, οἱ νεμόμενοι ἐν κρίνοις. Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Ἀκολούθως καὶ ταῦτα τοῖς εἰρημένοις νοοῦμεν· καὶ ἴσμεν πάλιν μαστοὺς τοὺς τῆς διδασκαλίας κρουνοὺς τοὺς προσφόρως ἑκάστῃ ἡλικίᾳ προσφερομένους, καὶ τοῖς μὲν γάλα προσφέρουσι, τοῖς δὲ τὴν στερεὰν χορηγοῦσι τροφήν. Διὰ τοῦτο καὶ νεβροῖς αὐτοὺς ἀπεικάζει δορκάδος, τὸ ὀξυδερκὲς αὐτῶν καὶ τὸ θεωρητικὸν θαυμάζων. Νεβροὺς δὲ λέγει δορκάδος, ἐπειδὴ, κατὰ τὸν μακάριον Παῦλον, «Ἄρτι γινώσκομεν ἐκ μέρους, τότε καὶ ἐπιγνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν.» Καὶ ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν, νεβροὶ δορκάδος οἱ τῆς διδασκαλίας προσαγορεύονται μαστοί· «ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ τούτους δέ φησιν ἐν κρίνοις νέμεσθαι,