Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.133
Not analysed yet
τουτέστι πόας εὐώδους μεταλαμβάνειν· ἔστι δὲ αὕτη ἡ τοῦ πνεύματος διδασκαλία. Κατὰ δὲ τὸν Σύμμαχον, «ἄνθη νέμειν,» φησί· τοὺς γὰρ ἀξιωθέντας ἄνθος γενέσθαι τοῦ πνεύματος οἱ τῆς νύμφης μαστοὶ νέμουσι καὶ ποιμαίνουσι, τὰ τῆς διδασκαλίας αὐτοῖς προσφέροντες νάματα, «ἕως διαπνεύσῃ ἡ ἡμέρα,» καὶ λήξῃ μὲν τὰ καύματα, τουτέστιν ὁ ἐπίπονος βίος· «κινηθῶσι δὲ αἱ σκιαὶ,» τὰ παρόντα πράγματα, ταῖς σκιαῖς ἀπεικασμένα, ὡς προείρηται. Οὕτως ἐπαινέσας τῆς νύμφης τὰ μέλη, «Πορεύσομαι, φησὶν, ἐμαυτῷ πρὸς ὄρος τῆς σμύρνης, καὶ πρὸς βουνὸν τοῦ λιβάνου.» Ἐπειδὴ, φησὶν, οὕτω τυγχάνεις εὐπρεπὴς, οὕτως ὡραία, οὕτω λάμπεις τῷ κάλλει, οὕτως ἐτρώθης τῷ περὶ ἐμὲ φίλτρῳ, καταδέχομαι τὸν ὑπὲρ σοῦ θάνατον, καὶ πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης· ἀλλὰ πάλιν ἀναστήσομαι, καὶ ἐπανήξω πρὸς τὸν βουνὸν τοῦ λιβάνου. Καὶ ἤδη δὲ προειρήκαμεν, ὡς μὲν διὰ τῆς σμύρνης τὸν θάνατον παραδηλοῖ, διὰ δὲ τοῦ λιβάνου τὴν θείαν φύσιν. Ζητητέον τοίνυν, τίνος μὲν ἕνεκεν ὄρος μὲν ἐπὶ θανάτου τέθεικεν, ἐπὶ δὲ τῆς θειότητος βουνόν. Ὅτι μέγα, καὶ ἄῤῥητον, καὶ διανοίας ἐστὶν ἀνθρώπων ἀνέφικτον, τὸ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα μὴ ἁρπαγμὸν ἡγήσασθαι, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσαντα μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον καὶ σχήματι εὑρεθέντα ὡς ἄνθρωπον, ταπεινῶσαι ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ εἰς τὴν οἰκείαν δόξαν ἐπανελθεῖν, καὶ δοξασθῆναι τῇ δόξῃ ᾗ εἶχε πρὸ τοῦ τὸν κόσμον γενέσθαι, οὐκ ἦν μέγα, οὐδὲ ἐπίπονον, ἀλλὰ καὶ λίαν ῥᾴδιον. Διὰ τοῦτο ὄρος μὲν τῆς σμύρνης φησὶ, βουνὸν δὲ τοῦ λιβάνου, δεικνὺς ὅτι τοῦτο μέν ἐστιν εὐπετὲς αὐτῷ, καὶ μάλα ῥᾴδιον, ἐκεῖνο δὲ πρόσαντες διὰ τὸ ἀνθρώπειον. Διὸ καὶ παρ' αὐτὸ γενόμενος τὸ πάθος φησί· Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.» Ἀλλὰ πάλιν ἐπάγει· «Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.» Τοῦτο καὶ ἐνταῦθα παραδηλῶν φησι· «Πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης, καὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου.» Ἑκάτερον γὰρ ἑκὼν ποιῶ, οὐχ ὑπό τινος βιαζόμενος ἢ ἀναγκαζόμενος· «Ἐξουσίαν γὰρ ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς γὰρ αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ὑπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν.» ζʹ. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, ὅλη καλὴ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ἔοικε ταῦτα τοῖς τοῦ μακαρίου Παύλου ῥήμασι· καὶ ἐκεῖνος περὶ τοῦ νυμφίου φησίν· «Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.» Ἄμωμος